# De abstinentia 28

Porphyrius, De abstinentia, ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/28

τῷ δὲ ἅπαξ τὸ γοήτευμα τῆς ἐνταῦθʼ ἡμῶν διατριβῆς καὶ τοῦ οἴκου, ἐν ᾧ διάγομεν, ὑποπτεύσαντι τό τε αὑτοῦ ἄγρυ- πνον φύσει κατιδόντι καὶ τὸ ὑπνοποιὸν τοῦ χώρου, ἐν ᾧ διατρίβει, φωράσαντι, τούτῳ διαλεγόμενοι τὴν ἀκό- λουθον τῇ τε ὑποψίᾳ τοῦ χώρου καὶ τῇ αὑτοῦ γνώσει τροφὴν παραδίδομεν, τοὺς καθεύδοντας ἐᾶν παρειμέ- νους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλα- βούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλμιῶν- τας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμωμέ- νοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγ- μοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρίβομεν, ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέ- ταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις κοὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχω- ρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμε- νον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντʼ ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώμα- τος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώ- κοντα; ἔχει γὰρ οὕτως.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
