# De abstinentia 44

Porphyrius, De abstinentia, ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/44

καίτοι ταύτῃ διενηνοχέναι φαίνεται ὁ σπουδαῖος τοῦ φαύλου, ὅτι ὁ μὲν πανταχοῦ τὸν λο- γισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὁ δὲ πολλὰ πράττει παριεὶς τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἅ πράττει. διʼ ὅ καὶ ὁ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὁ δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλογίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπουδαίοις, ὅτι οί μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθʼ ἑαυτὸν ἃ βούλε- ται, οἱ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθʼ ἑαυτούς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ ἀπο- λαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμμε- τρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσε- ξιν ἔχει παρʼ ἑαυτῷ, οὐδʼ ἐπιτρέπει τῇ ἀλογίᾳ παθαίνεσθαι οὐδʼ ὅλως τι ἐνεργεῖν. εἰ δʼ ἀφῆκε ταύτην πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρωπον συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλό- μου.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
