# De abstinentia 45

Porphyrius, De abstinentia, ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/45

ὅθεν τοῖς σπουδαίοις ἡ ἀποχὴ μᾶλλον οἰκειο- τέρα καὶ βρωτῶν καὶ τῶν διὰ σώματος ἀπολαύσεων καὶ πράξεων τῆς ἐφάψεως, τῷ δεῖν ἐφαπτόμενον τῶν σωματικῶν καταβαίνειν ἀπὸ τῶν οἰκείων ἠθῶν εἰς παιδαγωγίαν τοῦ ἐν ἡμῖν ἀλογίστου· ἐν δὲ ταῖς τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐ- τῶν ἐπιλογιστικὸν τὸ ἄλογον. φύσει γὰρ ἀνεπίγνω- μον τοῦ ἀπόντος τὸ ἄλογον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπʼ αὐτῶν φαντασίας), μέτριον ἄν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς θνητῆς φύσεως ἐπʼ ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀνα- δόσεως καὶ τῆς πρὸς τούτοις συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὅς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτʼ ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυ- μίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν διʼ ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ εἰς τὴν κατάποσιν ἀντιλαμβάνονται.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
