# De abstinentia 48

Porphyrius, De abstinentia, ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/48

καὶ τοῦτο οὔτε ὑπομνήσεως οὔτε ἀποδεί- ξεως διὰ τὴν αὐτόθεν προσοῦσαν ἐνάργειαν χρῄζει. ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατʼ αὐτὸν βίον ἐνστησάμενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχὴν, ἀλλὰ καὶ πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτʼ ἄν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ (ὃ παράδοξον τὅς πολλοὅς δόξειεν ἄν εἶναι) τοῦτο λέ- γοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπʼ αὐτοῦ τοῦ κορυ- φαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμε- νοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον ἰώμενον παριστάντες.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
