# De abstinentia 60

Porphyrius, De abstinentia, IBΔIΟN ΔΕΥΤΕΡΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/60

ἀγνοοῦσιν δὲ οἱ τὴν πολυτέλειαν εἰσαγαγόντες εἰς τὰς θυσίας, ὅπως ἄμα ταύτῃ ἑσμὸν κακῶν εἰσήγα- γον, δεισιδαιμονίαν, τρυφήν, ὑπόληψιν τοῦ δεκά- ζειν δύνασθαι τὸ θεῖον καὶ θυσίαις ἀκεῖσθαι τὴν ἀδικίαν. πόθεν οἱ μὲν τριττύας χρυσόκερως, οἱ δʼ ἑκατόμβας, Ὀλυμπιὰς δʼ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισι- δαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεούς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότʼ ἂν ἑκὼν σωφρο- νήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλ- λοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, με- γίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται;

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
