# De abstinentia 9

Porphyrius, De abstinentia, ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/de-abstinentia/9

ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέ- ται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρου- μένοις, ἀλλʼ ὅπως μὴ ἀφύλακτον μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμ- βαίνειν. οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας διʼ ἅς καὶ τὸ καθʼ ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀν- θρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύ- της ἁμαρτίας. οἶμαι δʼ ἔγωγε καὶ τοὺς συγκεχωρημέ- νους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβά- νειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρʼ οὐδε- μίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅ τι πλεῖστον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. παν- ταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράτ- τειν τὸ μὴ συμφέρον οἱ τυχόντες. ὅθεν οὐ μόνον ζη- μίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνιδόντες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφη- μίσαντες εἶναι τοὺς ὁπωσοῦν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. τὸ γὰρ ἀνόητον τῆς ψυ- χῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶ- σαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλή- θη διοικησάντων· ὧν ἐστὶ καὶ τὸ μὴ κτείνειν ἀλλή- λους ἀκρίτως.

---

Porphyrius, De abstinentia, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg003.local001/.
