# Historia philosophiae (fragmenta) 17

Porphyrius, Historia philosophiae (fragmenta), ΒΙΒΛΙΟΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/historia-philosophiae-fragmenta/17

Cyrillus c. lulian. l p. 32C: φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ φιλοσόφου ἱστορίας ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητο νοῦν γενέσθαι τε ὅλον καὶ καθʼ ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄν. των. ὅ δὴ καὶ πρώτως καλὸν καὶ αὐτοκαλὸν παρʼ ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος. προῆλθε δὲ προαιώνιος ἀπʼ αἰτίου τοῦ θεοῦ ὡρμημένος, αὐτο- γέννητος ὤν καὶ αὐτοπάτωρ· οὐ γὰρ ἐκείνου κινου- μένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτογόνως ἐκ θεοῦ, παρ- ελθόντος δὲ οὐκ ἀπʼ ἀρχῆς τινὸς χρονικῆς· οὕπω γὰρ χρόνος ἦν. ἀλλʼ οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. ὥσπερ δὲ ὁ θεὸς ὁ πρῶτος καὶ μό- νος ἀεί, κἄν ἀπʼ αὐτοῦ γένηται τὰ πάντα,· τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν συγκατα- τάττεσθαι δύναται τῇ ἐκείνου ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τὰ ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταυτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως. Cf. Cyrillus c. lul. l p. 28D: γεγράφασι δὲ περὶ τούτων (de philosophis dei naturam definientibus) Πλούταρχός τε καὶ ἕτεροι τῶν παρʼ αὐτοῖς λογάδων καὶ ὁ θρασὺς καθʼ ἡμῶν Πορφύριος.

---

Porphyrius, Historia philosophiae (fragmenta), ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg027.local001/.
