Ancient Greek · ~7 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1
Not analysed yet
Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίν ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητήϲ. καί φαμεν ὡϲ ϲποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι καὶ οὐδὲ περὶ πόλεων μεγίϲτων· οἱ γὰρ Τρῶεϲ Ἀχιλλέωϲ παρόντοϲ οὐδέποτε ἐξῄεϲαν τῶν πυλῶν, καὶ ϲχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐπέλεϲαν τὰϲ ὁμορούϲαϲ πολίχναϲ οἱ Ἕλληνεϲ διαϲτρέφοντεϲ· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐ ἦν μὴ παρούϲηϲ ὕληϲ τῷ λόγῳ. λέγουϲι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεϲθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖϲθαι. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυϲφήμου ὀνόματοϲ τῆϲ μήνιδοϲ ἄρχεται. ἐπιλύουϲι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτωϲ, ὅτι πρέπον ἐϲτὶ τῇ ποιήϲει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγῖρον καὶ προϲεχεϲτέρουϲ ποιοῦν, εἰ μέλλει πολέμουϲ καὶ θανάτουϲ διηγεῖϲθαι ἡρώων. πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέωϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀριϲτεύοντοϲ οὐκ Ἀχίλλειαν ὡϲ Ὀδύϲϲειαν ἐπέγραψε τὸ ϲωμάτιον. φαμὲν δ᾿ ὅτι ἐκεῖ μέν, ἅτε μόνωϲ ἐφ᾿ ἑνὸϲ ἥρωοϲ τοῦ λόγου πλακέντοϲ, καλῶϲ καὶ τοὔνομα τέθειτα, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺϲ ἠρίϲτευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριϲτεύοντεϲ φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷοϲ ἦν δηλῶϲαι βούλεται ἀλλὰ ϲχεδὸν ἅπανταϲ, ὅπου γε καὶ ἐξιϲοῖ τιναϲ αὐτῷ. ἐκ τινὸϲ οὖν ὀνομάϲαι μὴ ἔχων αὐτό, ἀπὸ τῆϲ πόλεωϲ ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶϲ ὑποφαίνει ὄνομα. ζητοῦϲι διὰ τί ἀπὸ τῆϲ μήνιδοϲ ἤρξατο, οὕτωϲ δυϲφήμου ὀνόματοϲ. διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν᾿ ἐκ τοῦ πάθουϲ ἀποκαθαριεύϲῃ τὸ τοιοῦτο μόριον τῆϲ ψυχῆϲ καὶ προϲετικωτέρουϲ τοὺϲ ἀκροατὰϲ ἐπὶ τοῦ μεγέθουϲ ποιήϲῃ καὶ προϲεθίϲῃ φέρειν γενναίωϲ ἡμᾶϲ τὰ πάθη μέλλων πολέμουϲ ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήϲῃ, ἐπεὶ δὲ ἔμελλε νικῶνταϲ ἀποφαίνειν τοὺϲ Ἕλληναϲ, εἰκότωϲ οὐ κατατρέχει, ἀξισπιϲτότερον ἐκ τοῦ μὴ πάντα χαρίζεϲθαι τῷ ἐκείνων ἐπαίνῳ.