Ancient Greek · ~3 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1-4
Not analysed yet
1. Πῶϲ ἐντὸϲ τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέωϲ Αἴαντα (B 768) τὴν πρώτην ἀριϲτείαν οὐ τούτῳ τῷ δὲ Διομήδει ἀνατίθηϲιν: ἢ ὅτι ὁ μὲν δυϲκίνητοϲ καὶ μεγαλόφρων τὴν φύϲιν ὑπάρχων κατὰ πάϲαν τὴν μάχην ἦν ἄριϲτοϲ, ὁ δὲ ὀξὺϲ καὶ φιλότιμοϲ ὤν ὑπὸ τῆϲ Ἀγαμεμνονοϲ Δ ιομηδέἵ. A f. 62a c. l. προτροπῆϲ Δ 370 ἀνεπτέρωται· οἱ γὰρ νεανίϲκοι καὶ θυμοειδεῖϲ ὑπερεθιϲθέντεϲ εἰϲ μεγάλην τὴν ἐπίδοϲιν ἀναφέρονται. ἢ ὅτι εἰϲ τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἧττον γὰρ ἀπεδίδραϲκε καὶ διὰ τὸ δέοϲ Ἀχιλλέωϲ (H 116. 17 ?)καὶ διὰ τῶν ὅρκων τὴν ὑποψίαν. καλῶϲ δὲ ὁ Διομήδηϲ προτρέπεται ἰδίᾳ · ἡ γὰρ κοινὴ πρὸϲ τὸ πλῆθοϲ προτροπὴ τὸν καθ’ ἕνα ἀμελέϲτερον ἐργάζεται, ἡ δὲ πρὸϲ ἕνα τινὰ μονομαχία εὐθαρϲέϲτερον καὶ γενναιότερον.