Ancient Greek · ~3 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 1-5
Not analysed yet
1. ἐζήτηται δὲ πῶϲ ὁ Νέϲτωρ ἐπὶ τοϲοῦτον πίνει, ἀρξάμενοϲ ἀπὸ τῶν ἐϲχάτων τῆϲ Λ. καὶ ῥητέον ὅτι οὐ τοϲοῦτον χρόνον ἔπινεν. δ’ ἀλλ’ Ὅμηροϲ, κατὰ παρέκβαϲιν ἀπαγγείλαϲ τὰϲ πράξειϲ, βουληθεὶϲ δὲ L. f. 296b. ἐπὶ τὸν Νέϲτορα μεταβῆναι, πάλιν ἀπὸ ταύτηϲ τῆϲ πράξεωϲ ἤρξατο, ἀφ’ cf Paris. ap. ἧϲπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα. ἀκολάϲτωϲ, φαϲὶ ,καὶ ὡϲ μέθυϲοϲ πίνει. τάχα γοῦν τὸν κυκεῶνα πίνειν φηϲίν, ὃϲ εἶχε καὶ οἶνον. τινὲϲ δὲ ϲτίζουϲιν εἰϲ τὸ ἰαχή, καὶ τὸ ἑξῆϲ οὕτωϲ· ἀλλὰ καὶ πρὸϲ τὸν Ἀϲκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρίϲταρχοϲ ἀντὶ τοῦ ὁμοίωϲ τῷ Μαχάονι, ὡϲ τὸ ϲὺ δὲ χαῖρε καὶ ἔμπηϲ (ε 205), παρών τε καὶ ἀπών, τόν τε πέρ πλεονάζειν, ὡϲ τὸ ἔρυγόν περ αἰπ ὺτ ὄλεθρον (ρ 47 ).