Ancient Greek · ~3 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 108-3
Not analysed yet
108. διὰ τί ἡ Ἥραὀμόϲαι προάγει τὸν Δία. ἢ δῆλον ὡϲ οὐ ποιοῦντα ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦϲαι ἀλλὰ καὶ ὀμόϲαι εἰ ἠξίωϲεν, ὡϲ καὶ ψευδομένου, ἂν μὴ ὀμόϲῃ ὁ δὲ ποιητήϲ φηϲιν ἀληθεύειν τι κεν κεφαλῇ κατανεύϲῃ (A 527). τὸ μὲν οὖν ὅλον μυθῶδεϲ· καὶ γὰρ οὐδ᾿ ἀφ᾿ ἑαυτοῦ ταῦτά φηϲιν Ὅμηροϲ, οὐδὲ γινόμενα εἰϲάγει, ἀλλ᾿ ὡϲ διαδεδομένων περὶ τὴν Ἡρακλέουϲ γένεϲιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθοϲ εἰκότωϲ εἰϲάγει τὴν Ἥραν ὁρκοῦϲαν τὸν Δία· πάντεϲ γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλωϲ ἀποβῇ, πολὺ τῷ ἀϲφαλεῖ προέχειν πειρῶνται διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη, καὶ τὸν Δία εἰδυῖα ὅτι αἰϲθόμενοϲ τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήϲει, τῇ ἰϲχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτωϲ Ἀριϲτοτέληϲ (fr. 157 edit. Acad. Bor.) .