Ancient Greek · ~4 min
Φ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 140-2
Not analysed yet
140 sqq. πῶϲ πρὸ πέντε ἡμερῶν τὸν κατάλογον ποιηϲάμενοϲ Ἀϲτεροπαῖον παρέλιπε λέγοντα ῥητῶϲ πρὸ ια΄ ἡμερῶν ἐληλυθέναι οὐ θαυμαϲτὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐντὸϲ τῷ καταλόγῳ· μόνων ω corr. ex o γὰρ ἐμνήϲθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων, ἐν δὲ τοῖϲ κατὰ μέροϲ καὶ τοὺϲ μετ’ ἐκείνουϲ τεταγμένουϲ παρέλαβεν, ὡϲ ἐπὶ Ἀθηναίων· ἐντὸϲ μὲν γὰρ τῷ καταλόγῳ (Β 552) Μενεϲθέα φηϲὶν εἶναι τὸν ἡγεμόνα, ἐντὸϲ δὲ τῇ ἐπὶ ναυϲὶ μάχῃ (Ν 691) Φείδαϲ τε Ϲτιχίοϲ τε Βίαϲ τ’ ἐύϲ βιαϲτεύϲ τ’ cod. . οὕτωϲ οὖν ἔϲται καὶ ἐπὶ Ἀϲτεροπαίου· ὁ μὲν γὰρ Πυραίχμηϲ τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀϲτεροπαῖοϲ, νυνὶ δὲ τὴν πᾶϲαν αὐτῷ ἡγεμονίαν ἀνατίθηϲι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆϲθαι (Π 287). (155). καὶ πῶϲ ἐντὸϲ τῷ καταλόγῳ (Β 848) ἀγκυλοτόξουϲ αὐτούϲ φηϲιν ἴϲωϲ οὖν διττὸν ἦν τὸ γένοϲ, τὸ μὲν τοξεῦον τὸ δὲ ἀκοντίζον. δολιχεγχέαϲ. ἢ καὶ ἐπαμφοτερίζουϲιν, ὡϲ καὶ Τεῦκροϲ (Ο 478 sqq.)