Ancient Greek · ~3 min
Ρ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 143
Not analysed yet
143. φύξηλιϲ ἐϲτὶν ὁ φεύγων τὰϲ ἴλαϲ, δειλὸϲ δὲ ὁ δεδιὼϲ τὰϲ ἴλαϲ, μενεδήιοϲ δὲ ὁ ὑπομένων τὴν δηιοτῆτα, ἐϲθλὸϲ δὲ ὁ ἐθελοντὴϲ μαχόμενοϲ, οἱονεὶ ἐθελόϲ. ὁ δὲ ἐναντίοϲ οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἔκτωρ (l 353), ἀντὶ τοῦ οὐχ ὑπέμεινεν ἄποθεν τῶν τειχῶν μάχεϲθαι. οὕτωϲ ἔχει καὶ τὸ ἦ ϲ’ αὔτωϲ κλέοϲ ἐϲθλὸν ἔχει φύξηλιν ἐόντα (143 )τοῦ δὲ φυξήλιοϲ οὐ γάρ τοι κραδίη μενεδήιοϲ οὐδὲ μαχήμων (M 247 ). καὶ τὸ οἷον ἀναΐξαϲ ἄξαρ οἴχεται οὐδ’ ὑπέμεινεν· οὐ μὲν γάρ τοι κακὸϲ εἰϲ ὦ πα (α 410. 1 )δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὕτε ἡμᾶϲ αὐτὸν οὔτ’ αὐτὸν ἡμᾶϲ.