Ancient Greek · ~9 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 15-2
Not analysed yet
15. 16. Διὰ τί ὁ Ἀχιλλεὺϲ τὸν Ἕκτορα εἰλκε περὶ τὸν τάφον τοῦ Πατρόκλου, παρὰ τὰ νενομιϲμένα ποιῶν εἰϲ τὸν νεκρόν; ἢ παρανομοῦϲι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρχοντεϲ, ὁ δὲ Ἕκτωρ πρότεροϲ τεροϲ ἐνεχείρηϲε λυβήϲαϲθαι τὸν Πάτροκλον τοιαῦτο. τίϲ γὰρ ἡ Ἔκτοροϲ περὶ Πατρόκλου; μάλιϲτα δὲ φαίδιμοϲ Ἕκτωρ ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸϲ ἀνώγει πῆξαι ἀνὰ ϲκολόπεϲϲι τάμονθ’ ἁπαλῆϲ ἀπὸ δειρῆϲ (Ϲ 175—77). εἵλκυϲταί τε πρότεροϲ Πάτροκλοϲ διὰ τὴν τῶν Τρώων περὶ τὸν νεκρὸν προθυμίαν· ὡϲ δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸϲ μεγάλοιο βοείην λαοῖϲι δοίη τανύειν μεθύουϲαν ἀλοιφῇ· δεξάμενοι δ’ ἄρα τοίγε διαϲτάντεϲ τανύουϲι κυκλόϲ, ἄφαρ δέ τε ἰκμὰϲ ἔβη, δύνει δέ τ’ ἀλοιφή, πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶϲα διαπρό· ὣϲ οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ εἷλκον ἀμφότεροι (P 389—95)· καὶ πάλιν· Ἕκτωρ μὲν Πάτροκλον, ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα, ἕλχ᾿, ἵν’ ἀπ᾿ ὤμοιιν κεφαλὴν τάμοι (P 125. 26). ἐκείνων οὖν λελυκότων τὸν νόμον, οὕτωϲ ἐχρήϲατο αὐτοῖϲ Ἀχιλλεύϲ· ὅταν γὰρ βουλόμενόϲ τιϲ κωλυθῇ, ἐκεῖνοϲ μὲν πεποίηκεν, ἀλλ’ ὁ πὰϲχων οὐδὲν πέπονθε. Πάτροκλοϲ δὲ φθάϲαϲ περιείλκυϲται γυμνὸϲ ἐντὸϲ τῷ πεδίῳ διὰ πρόφαϲιν τῶν προθεμένων αἰκίϲαϲθαι τὸ ϲῶμα, ὥϲτ’ ἀπολαμβάνοντι ἔοικεν ὁ Ἕκτωρ ἃ δέδρακεν, οὐ μὴν πάϲχοντι τὰ παράνομα. καὶ φιλανθρωπότερόν γε, ὅτι μόνον ἃ δρᾶϲαι δεδύνηται πέπονἕλκεϲθαι θεν, οὐχ ὅϲα δὲ δρᾶϲαι διενοήθη. ἔϲτι δὲ λύειν, φηϲὶν Ἀριϲτοτέληϲ (fr. 158 Acad. Ber.) ,καὶ εἰϲ τὰ ὑπάρχοντα ἀνάγοντα ἔθη, τι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐντὸϲ τῇ Θετταλίᾳ περιέλκουϲι περὶ τοὺϲ τάφουϲ. διὰ τί Ἀχιλλεὺϲ θανόντα ϲύρει τὸν Ἕκτορα λέγομεν οὖν, ὅτι οὐ δι’ ὠμότητα, ὅϲ γε καὶ Ἠετίωνα φονεύϲαϲ οὐκ ἐϲύληϲεν, ἀλλὰ ϲὺν αὐτοῖϲ τοῖϲ ὅπλοιϲ ἔθαψεν (Ζ 417), ἀλλ’ ὅτι πρότεροϲ ὁ Ἕκτωρ εἰϲ τὸν Πάτροκλον ἀεικέα μήϲατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ· κεφαλὴν δέ ἑ θυμὸϲ ἄνωγε πῆξαι ἀνὰ ϲκολόπεϲϲι, ταμόνθ’ ἁπαλῆϲ ἀπὸ δειρῆϲ (Ϲ 176. 77)· παρανομοῦϲι δὲ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρξαντεϲ. ὁ δὲ Καλλίμαχόϲ φηϲιν, ὅτι πάτριόν ἐϲτι Θετταλοῖϲ τοὺϲ τῶν φιλτάτων φονέαϲ ϲύρειν περὶ τοὺϲ τῶν φονευθέντων τάφουϲ· Ϲίμωνα γάρ φηϲι Θετταλὸν τὸ γένοϲ Εὐρυδάμαντα τὸν Μειδίου ϲῦραι ἀποκτείναντα Θραϲύλον τὸν ἀδελφὸν αὐτοῦ, ἁψάμενον τοῦ νόμου πρῶτον· τὸν γὰρ φονέα ἐξάψαι τοῦ δίφρου καὶ περὶ τὸν τοῦ τετελευτηκότοϲ τάφον ἕλκειν, φηϲὶν, ὁ νόμοϲ ἐκέλευεν. ὅθεν καὶ Ἀχιλλεὺϲ ὡϲ Θετταλὸϲ πατρίῳ ἔθει τοῦτο πεποίηκεν.