Ancient Greek · ~16 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 154.1
Not analysed yet
154 sqq. διὰ τί ἡ Ἑλένη ἐπὶ τὴν θέαν ἀφικνεῖται καὶ ταύτηϲ ταύ- την cod. o Πρίαμοϲ τὰ περὶ τῶν Ἐλλήνων πυνθάνεται; διὰ τί τε ἐντὸϲ νέα ἤδη τῶν τοῦ πολεμου παρωχηκότων ἐτῶν ὁ Πρίαμοϲ ἀγνοεῖν φαί νεται τοὸϲ ἡγεμόναϲ τῶν Ελλήνων, πάντωϲ πολλάκιϲ ἑωρακὼϲ αὐτοὸϲ ἐκ τοῦ τείχουϲ, ὥϲπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶϲ ἄν καὶ μαθεῖν περὶ ἑκάϲτου; ῥητέον δὲ ὅτι τοῦ Ἀλχιλλέωϲ ϲυντεταγμένου τοῖϲ Ἕλληϲι καὶ τῶν Τρώων ἐντὸϲ τῆ πόλει καθειργμένων, ἔφοδsι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίϲτων ὁ Πρίαμοϲ καὶ αὐτοὺϲ ἐνόπλουϲ θεάϲαϲθαι, ἐπὶ ϲυνθήκαϲ δὲ καὶ διάλυϲιν πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προκλήϲεωϲ μονομαχίων οὐ μετ’ ἐκεχειρίαϲ ἐκεχειρίαϲ cod. τῶν ἄλλων γινομένων, καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοιϲ ἀεὶ ἀναμιγνυμένων ,ὁ ποιητὴϲ lacunae in cod. vestigium non exstat ἐπινοήϲαϲ μονομάχιον μετ’ ἐκεχειρίαϲ ἐκεχειρρίαϲ cod. τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύϲαϲ ἀπὸ τῶν ὅπλων τοὺϲ πολεμοῦνταϲ· φηϲὶ γὰρ ὡϲ ἐχάρηϲαν Ἀχαιοί τε ρ ῶέϲ τε ἐλπόμένοι μένοι παύϲαϲθαι ὀιζυρο ῦ πολέμοιϲ τεύχεα τ’ ἐξεδύον το (v. 111. 12. 11) καὶ ἐπιϲημηνάμενοϲ ἀναγκαίωϲ τὸ παράδοξον τῆϲ ἐπίνοίαϲ διὰ τοῦ φάναι ῖνα θέϲκελα ἔργα ἴδηαι ρ ώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν (v. 130. 31). τί οὖν τὸ θαυμαϲτόν ὅτι oἳ πρὶν ἐπ’ ἀλλήλοιϲι φέρον πολύδακρυν Ἄρηα, οἱ οἳ cod. δ ὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ π έπ αυται (v. 132. 34 ). γυμνῶν οὖν γενομένων νῦν πρῶτον, ἡ τε τῆϲ Ἑλένηϲ θέα ἐπὶ τῷ παραδόξῳ τῆϲ εἰρή. νηϲ καὶ τῆϲ γυμνητείαϲ γυμνι, suprascIpt. τ ,cod. τῶν ὅπλων οὐκ ἄλογοϲ, καὶ ὁ ἐγειρόμενοϲ ὑπὸ ἐκλύϲεωϲ τοῦ φόβου πεπαυμένου τοῦ πολεμου ἱμεροϲ om . cod. ; aididi e v. 139 οὐκ ἄλογοϲ, ἥ τε ἐξέταϲιϲ τοῦ Πριiμου εiκαιροϲ καὶ λόγον ἔχουϲα τὰ νῦν. ἔτι καὶ νῦν αὐτὸϲ γυμνὸϲ ἄτερ ὅπλων θεώμενοϲ γνῶναι δύναται ἐξετάϲαϲ παρὰ περὶ cod. τῆϲ ὁμοεθνοῦϲ ἕκαϲτον, διὸ καί φηϲι τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονί, αὐτὸϲ δὲ κτίλοϲ ὥϲ (v. 195. 96). καὶ πρὸϲ τοῦτο οὖν ἡ τῆϲ Ἑλένηϲ εἰϲ τὸ τεῖχοϲ παρουϲία εὐλόγωϲ ᾠκονόμηται. ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τούϲ ἀπὸ τῶν ὅπλων ϲημαινομένουϲ ἕκαϲτον, δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃϲ ἐνδύϲαϲθαι τὰ Ἀχιλλέωϲ ὅπλα ἐδεήθη, αἴ κέν πωϲ αὐτόν γε ἐίϲκοντεϲ τῷ Ἀχιλλεῖ ἀπόϲχωνται πολέμοιο ἶρῶεϲ (Π 41). οὕτωϲ οὐκ ἠν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντωϲ γινώϲκειν αὐτόν. ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺϲ πολεμοῦνταϲ, δηλοῖ καὶ ὁ Κεβριόνηϲ ὅταν λέγη τῷ Ἕκτορι· νῶι μὲν ἐντὸϲ θ ά δ’ ὁμιλέομεν Δαναοῖϲιν· οἱ δὲ δὴ ἄλλοι Τ ρ ῶεϲ ὀρίνον ταί· Αἴαϲ δὲ κλονέει Τ ελαμώνιοϲ· εὖ δἐ μιν ἔγνων· εὐρυ γὰρ ἀμφ’ ῶμοιϲιν ἔχει ϲάκοϲ (. 523 —27) καὶ πάλιν· Τυδείδῃ μιν μὲν cod. ἔγωγε δαἱφρονι πάντα ἐίϲκω ἀϲπίδι γιν ὠϲκων αὐλὠπιδί τε τρυφαλείῃ (Ε 181. 82). εἰ μὲν οὖν καθωπλιϲμένων αὐτῶν ἡ ἐξέταϲιϲ ἐγίνετο, ἄλογόϲ γε ἂν διὰ τοῦ τοϲούτου χρόνου γινομένη πρόϲ τε τὴν Ἑλένην διατιθεμένη, δέον πρόϲ τινα τῶν τὸν πόλεμον κατατιθέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τὸτε γεγενηνται, οὔτε ἡ ἐξέταϲιϲ ἄλογοϲ οὔτε ἡ πρὸϲ τῆϲ λένηϲ περὶ τούτων γινομενη διδαϲκαλία· ἀκριβεϲτερον γὰρ ταύτηϲ οὐδεὶϲ ἂν ἄλλοϲ τῶν παρόντων τὰϲ μορφὰϲ καὶ τὰ εἶδη ἀνεγνώριϲεν. ἐζήτηται πῶϲ ὁ Πρίαμοϲ τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίϲτων. ῥητέον οὑν, ὅτι ἐπειδὴ πρότερον περὶ τὰϲ ἀϲτυγείτοναϲ πόλειϲ ἐπλανῶντο, ὥϲ που καὶ ὁ ποιητήϲ φηϲιν· κατὰ ληί δ’ ὅπ η ἄρξειεν Ἀχιλλεύϲ (γ 106), νῦν δὲ προϲκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε ϲχολὴν πυθέϲθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέωϲ ἰϲχυρῶϲ αὐτοῖϲ ἐγκειιιένου καὶ μόνον ἑαυτὸν αὐτοῖϲ ἐπιδεικνύντοϲ καὶ τῷ φόβῳ κατακλείϲτουϲ ποιοῦντοϲ· τότε γὰρ ὁ Πρίαμοϲ οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ ϲώζεϲθαι τὴν πόλιν. νῦν δὲ μηνίοντοϲ ἐκείνου καὶ τῆϲ ,μάχηϲ ίϲορρόπου γεγενημένηϲ, ὡϲ καὶ τοῦ τείχουϲ χωρὶϲ πολεμεῖν τοὺϲ Τρῶαϲ, είκότωϲ περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φαϲιν ὅτι ἀπὸ τῆϲ πανοπλίαϲ καὶ τῶν ἵππων αὐτοὺϲ ἐγνώριζον, ὡϲ καὶ Πάνδαροϲ ἐπὶ τοῦ Διομήδουϲ λέγει· ἀϲ πίδι γιν ώϲκων αὐλ ὠπιδί τε τρυφα λείῃ (ε 182) πρότερον δὲ οὐ τεθέαται ἐνόπλουϲ πάνταϲ ὡϲ νῦν.