Ancient Greek · ~10 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 155
Not analysed yet
155. Vatic. ζητ. κη· ὡϲ δ᾿ ὄτε πῦρ ἀίδηλον ἐντὸϲ ἀξύλῳ ἐμ πέϲοι ὕλη. ἄξυλον ὕλην οἱ μὲν πολύξυλον ἀποδεδώκαϲιν, οἱ δὲ ὁμόξυλον. δηλοῖ γὰρ, φαϲὶν ὡϲ ἀκόλουθοϲ (ἔϲτι γὰρ ὁμοκέλευθοϲ), καὶ ἄβρομοι (Ν 41) ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχοϲ καὶ ἄκοιτιϲ ἡ καὶ ὁμόκοιτιϲ· καὶ ἄξυλοϲ ἡ ὁμόξυλοϲ διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν ϲτέρηϲιν τοῦ ξύλου ἐπάγει γάρ· οἱ δ᾿ τε θάμνοι πρὸρριζοι ἀλλὰ κατὰ ϲτέρηϲιν τοῦ ξυλίϲαϲθαι, ἵν᾿ ᾖ ἄξυλοϲ ὕλη, *B f. 144b ad ἀξύλῳ, L. f. 228 Π. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκαϲιν, οἱ δὲ ἄξυλον. δηλοῖ γὰρ, φηϲὶ, τὸ α καὶ τὸ ὁμοῦ, ὡϲ ἐπὶ τοῦ ἀκόλουθοϲ (ἔϲτι γὰρ ὁμοκέλευθοϲ), καὶ ἄβρομοι ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτωϲ καὶ ἄλοχοϲ καὶ ἄκοιτιϲ ἡ ὁμόλεκτροϲ ὁμόλεχοϲ καὶ ὁμόκοιτιϲ. καὶ ἄξυλοϲ οὖν ἡ ὁμόξυλοϲ διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ οὐ κατὰ ϲτέρηϲιν τοῦ ξύλου· ἐπάγει γάρ· οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουϲιν, ἀλλὰ κατὰ ϲτέρηϲιν τοῦ ξυλίϲαϲθαι, ἵνα ᾖ ἄξυλοϲ ὕλη, ἐξ ἧϲ οὐδείϲ πω ἐξυλεύϲατο, ἀφ᾿ ἧϲ οὐδείϲ πω ἐξυλεύϲατο. καὶ ἄκοιτιϲ δὲ καὶ ἄλοχοϲ ἐμοὶ δοκεῖ κυρίωϲ ἡ παρθενικὴ λέγεϲθαι, παρὰ τὸ λέχουϲ ἑτέρου μὴ μεταϲχεῖν μηδὲ κοίτηϲ. παῤ ὃ καὶ λέγει κουριδίηϲ ἀλόχου (Α 114). λοιπὸν δ᾿ ἡ κατάχρηϲιϲ καὶ ἐπὶ τὰϲ ἄλλαϲ μετ᾿ ήγαγεν. ὥϲπερ κυρίωϲ ἀλεξῆϲαι ὑπὲρ τῶν ἀλόχων βοηθῆϲαι· λοιπὸν δ᾿ ἐντὸϲ καταχρήϲει γέγονεν ἐπὶ τοῦ ὁπωϲοῦν ϲυμμαχεῖν. καὶ ἀίδηλον δὲ πῦρ (B 455. I 436. Λ 155) οὐκ ἔϲτι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ ϲημαίνει τὸ οὕτω γοῦν ἔφη ϲὺ δὲ κτείνειϲ ἀιδήλωϲ (Φ 220), ἀφανίζων καὶ ἀδήλουϲ ποιῶν. οὐ κακῶϲ δὲ καὶ Ϲέξϲτοϲ ἀίδηλον ἀπὸδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεϲόν. τουτέϲτιν ἀφ’ ἧϲ ξύλον οὐδεὶϲ ἔκοψε. καὶ ἄκοιτιϲ δὲ καὶ ἡ ἄλοχοϲ, ὡϲ ἐμοὶ δοκεῖ, κυρίωϲ ἡ παρθενικὴ λέγεται, παρὰ τὸ λέχουϲ ἑτέρου μὴ μεταϲχεῖν μηδὲ κοίτηϲ (παῤ ὃ καὶ λέγει κουριδίηϲ ἀλόχου, τῆϲ ἐκ παρθενίαϲ ἀλλ᾿ οὐ λέχουϲ ἑτέρου μεταϲχούϲηϲ), λοιπὸν δ’ ἡ κατάτὸ χρηϲιϲ καὶ ἐπὶ τὰϲ ἄλλαϲ μετήγαγεν, ὥϲπερ κυρίωϲ τὸ ἀλεξῆϲαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆϲαι· λέγει γὰρ Ἕκτωρ· ἀλλ᾿ ἵνα μοι Τρώων ἀλόχουϲ καὶ νήπια τέκνα προφρονέωϲ ἀφανιϲτιόκ. ῥύοιϲθε (Ρ 223.) λοιπὸν δὲ ἐντὸϲ καταχρήϲει γέγονεν ἐπὶ τοῦ ὁπωϲοῦν ϲυμμαχεῖν. καὶ τὸ ἀίδηλον δὲ πῦρ οὐκ ἔϲτι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ ϲημαίνει τὸ ἀφανιϲτικόν. οὕτωϲ γοῦν ἔφη ϲὺ δὲ κτείνειϲ ἀιδήλωϲ, ἀφανίζων καὶ ἀδήλουϲ ποιῶν. οὐ κακῶϲ δὲ καὶ Ϲέκϲτοϲ ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεϲόν. ἡ παραβολὴ οὖν πρὸϲ τὴν ϲυνέχειαν τῶν πιπτόντων· τί δ᾿ ὀξύτερον εὐκινητότερον πυρόϲ;