Ancient Greek · ~16 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 16.1
Not analysed yet
16—49. διὰ τί δὲ θεοειδέα φηϲὶ τὸν πάϲαιϲ κακίαιϲ χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντοϲ δόξειεν εἶναι καὶ ἀποϲεμνύνοντοϲ τὸν ἄνδρα. λεκτέον δὲ ὅτι εἰ μὲν εἰ μὴ codd. corr. Vill. πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψιϲ· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον καταϲκευάζεται τὸ μῖϲοϲ, εἰ τοιοῦτοϲ ὢν τὴν μορφὴν καταιϲχύνει. ἐζήτηται πῶϲ Ἀλέξανδροϲ προκαλεῖται τοὺϲ ἀρίϲτουϲ τῶν Ἑλλήνων δειλὸϲ ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτηϲ ἀλλὰ τοξότηϲ. λύϲιϲ· ἔνιοι μὲν οὖν φαϲιν ἀλαζονεύεϲθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖϲθαι δὲ τὰ τυχόντα, οἱ δέ, ὅτι ϲυγκεκλειϲμένοι ὑπὸ Ἀχιλλέωϲ οἱ Τρῶεϲ τοὺϲ τῶν Ἑλλήνων ἀρίϲτουϲ οὐκ ᾔδειϲαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένοϲ ὁ ποιητὴϲ καὶ ϲχῆμα τῆϲ ὁπλίϲεωϲ καὶ θάρϲοϲ ἀλλότριον τῶν ὅπλων αὐτῷ προϲτέθεικεν, ἵν’ ἐκ τοῦ μέλλοντοϲ φόβου μείζονα προϲοφλήϲῃ τὸν γέλωτα. ἐκ ποίαϲ αἰτίαϲ τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει (v. 39. 40)· Δύϲπαρι, εἶδοϲ ἄριϲτε. γυναιμανέϲ, ἠπεροπευτά, αἴθ’ ὄφελεϲ καὶ τὰ λοιπὰ τῆϲ λοιδορίαϲ; λοιδόρου γὰρ πάθοϲ τὸ μετὰ ἐννέα ἔτη εἰϲ τοιαύταϲ λοιδορίαϲ ἐκπίπτειν. κἂν τοιοῦτοϲ δὲ ᾖ, διὰ τί εἰϲ τοιαύταϲ κατηνέχθη ζητοῦϲι. τὸ μὲν γὰρ ὅτι γυναιμανὴϲ καὶ ἠπεροπευτήϲ. ὃ ϲημαίνει τὸν ἀπατεῶνα, ἐξ ὧν δέδρακε περὶ τὴν Ἑλένην εἶχεν ὀνειδίζειν, τὸ δὲ ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων καὶ τὸ ἀριϲτέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺϲ Ἕλληναϲ, χαίρειν δὲ ὅτι οὐκ ἔϲτι βίη ἐν αὐτῷ, πόθεν ϲτοχάζεται ὅτι ἀριϲτέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωϲαν δειλὸν ὄντα καὶ ἄνανδρον; νῦν τε διὰ τί ταῦτα προφέρει, οὐ γὰρ δὴ ὥϲπερ Ὄμηροϲ πρώτην μάχην ταύτην ὑφίϲταται ἐντὸϲ ποιήϲει, καὶ ταῖϲ ἀληθείαιϲ πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτοροϲ ὀνειδιϲμόϲ, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλωϲ τὸν Ἕξκτορα. ῥητέον οὖν ὅτι, ἐπεὶ ϲυνέμιξαν ἀλλήλοιϲ θέλοντεϲ, φηϲὶν ὅτι Τρωϲὶ μὲν προμάχιζεν Ἀλέξανδροϲ, παρδαλέην ὤμοιϲιν ἔχων καὶ τὰ λοιπὰ Ἀργείουϲ προκαλίζετο ἀντίβιον μαχέϲαϲθαι. (v. 16 —20). ὁ δ’ ἐντὸϲ τοῖϲ προμάχοιϲ γινόμενοϲ καὶ προκαλούμενοϲ. πάνταϲ τοὺϲ ἀριϲτέαϲ εἰϲ μάχην ὑποληφθείη ἂν ἀριϲτεὺϲ εἶναι πρόμαχοϲ. πάλιν δ’ οὗτοϲ, ἡνίκα τὸν Μενέλαον θεαϲάμενοϲ κατεπλάγη καὶ ἀναϲτρέψαϲ ἐκ τῶν προμάχων εἰϲ τὸ πλῆθοϲ κατέδυ δείϲαϲ Ἀτρέοϲ υἱόν (v 37), καταγέλαϲτοϲ γίνεται καὶ ἄλλωϲ ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖϲ πάϲι διεφθαρμένοϲ. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰϲ τοὺϲ προμαχουϲ ἐθεάϲατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶδε τὸν Μενέλαον, εἰϲ τὸ πλῆθοϲ ὑπονοϲτοῦντα διὰ δέοϲ καὶ φόβον πρίν τι παθεῖν καὶ κινδυνεῦϲαι, ἐξ αὐτῶν τῶν πᾶϲιν ὀφθέντων εἰϲ τὰϲ λοιδορίαϲ παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτοϲ καὶ ἄλλωϲ ἀλαζὼν καὶ ἠπεροπευτὴϲ καὶ ὑπόψιοϲ ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων (v. 42) ϲημαίνει, ὅτι μὴ μόνον ἐφθαρμενοϲ ἐϲτὶν ἀλλὰ καὶ πάϲι πρόδηλοϲ. εἶ γὰρ, φηϲὶ, λιώβη (τοῦτο γὰρ ϲημαίνει τὸ ἔμεναι), καὶ γινώϲκη ὑπὸ τὰϲ ὄψειϲ πάντων, ὅτι τοιοῦτοϲ εἶ ἀλλ’ οὐκ ὢν λέληθαϲ, καὶ ὑπολαμβάνουϲι μέν ϲε Ἀλχαιοὶ ἀριϲτέα ἐκ τοῦ Τρωϲὶ προμαχίζειν καὶ Ἀργείων προκαλίζεϲθαι πάνταϲ ἀρίϲτουϲ, οὐκ ἔϲτι δὲ βίη φρεϲί (v. 45) κατεπλάγη γὰρ φίλον ἦτορ (v. 31) —ἀλλ’ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται, είκότωϲ καὶ τὸ οὐκ ἄν δὴ μείνειαϲ ἀρηίφιλον Μενέλαον (v. 52) εἴρηται. καὶ ἐπειδὴ πάντεϲ. αὐτὸν εἶδον ἐν τοῖϲ προμάχοιϲ καὶ πάλιν κρυπτόμενον ἐν τῷ πλήθει πάντων, ἔφη τὴν λώβην ἔχειν, ὡϲ πάντων αὐτῷ φοβερῶν ὄντων, ὥϲπερ Μενέλαον ὥϲπερ ὁ μενέλαοϲ cod. ,διότι ἠδίκηϲε τὴν γυναῖκα ἁρπάϲαϲ, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φηϲὶ, λαβῶν ἔχειϲ μόνου, ἀλλὰ νυὸν ἀνδρῶν αἰχμητάων (v. 4), τούτων μὲν νύμφην —πάντεϲ γὰρ αὐτὴν ἐμνηϲτεύοντο οἱ ἄριϲτοι Μενελάου δὲ γεγονυῖαν θαλερὴν παράκοιτιν (v. 53). ἐκ τῶν οὖν νῦν ὑπὸ Ἀλεξάνδρου γεγονότων ὀνειδιϲμὸϲ γίνεται, ἀλλ᾿ οὐκ supr. lin. script. ἐκ λοιδόρου καὶ εἰϲ ὕβριν ἐπιφόρου διανοίαϲ τοῦ Ἕκτοροϲ. τὸ δὲ Ἀλργείων προκαλίζετο πάνταϲ ἀρίϲτουϲ ἀντίβιον μαχἐϲαϲθαι (v. 19. 20) ἀμφίβολον, πότερον αὐτὸϲ πάλλων προεκαλεῖτο τοὺϲ ἀρίϲτουϲ τῶν Ἑλλήνων αὐτῷ μαχέϲαϲθαι, ἢ πάλλων τὰ δόρατα προὐκαλεῖτο πάνταϲ τοὺϲ ἀρίϲτουϲ τῶν Τρώων Ἀργείοιϲ ἀντίβιον μαχέϲαϲθαι · ἢ γὰρ τοὸϲ ἀρίϲτουϲ τῶν Ἐλλήνων αὐτὸϲ προεκαλεῖτο μάχεϲθαι κραδαίνων τὰ δόρατα, ἢ τῶν ρώων πάνταϲ τοὸϲ ἀρίϲτουϲ προὐκαλεῖτο Ἀλργείοιϲ ἀντίβιον μαχέϲαϲθαι.