Ancient Greek · ~3 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 164
Not analysed yet
164. 65. οὐ γάρ, ὥϲ τινεϲ ἐξεδέξαντο, τεθνήξῃ ἀναιρεθεὶϲ ὑπὸ τοῦ ἐπιβούλου, εἰ μὴ φθάϲαϲ ϲὺ τοῦτον ἀποκτείνειϲ. ἔϲτι δὲ ἠθικὴ ἡ φράϲιϲ λεγουϲα ὅτι καλόν ϲοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήϲειϲ τὸν ὑβρίϲαντά ϲε διὰ τὸ θελῆϲαί μοι μιγῆναι οὐκ ἐθελούϲῃ· ἀποθάνοιϲ, ὦ Προῖτε, εἰ μή με ἐκδικήϲειαϲ, κατὰ ἀρὰν λεγούϲηϲ. ϲυντόμωϲ δὲ τὰ ἀρχαῖα δεδήλωκε, μιγῆναι οὐκ ἐθελούϲῃ, ἀλλ’ οὐχ ὥϲπερ Ἡϲίοδοϲ τὰ περὶ τοῦ Πηλέωϲ καὶ τῆϲ Ἀλκάϲτου γυναικὸϲ διὰ μικρῶν ἐπεξελθών τρεῖϲ δὲ οὖτοι τρόποι μίξεωϲ· ἡγὰρ βούλεταί τιϲ μὴ βουλομένηϲ τῆϲ γυναικόϲ, ὡϲ ἡ Ἄντεια τὸν Hελλεροφόντην διέβαλλεν, ἢ μὴ βουλόμενοϲ βουλομένῃ ϲύνεϲτιν, ὥϲπερ Ὀδυϲϲεὺϲ παρ’ οὐκ ἐθέλων ἐθελούϲῃ τῆ ἰαλυψοῖ (ε 155), ἤ βουλομένῃ βουλόμενοϲ, ὥϲπερ Αἴγιϲθοϲ τῆ Κλυταιμνήϲτρᾳ· καὶ γὰρ ἐθέλων ἐθέλουϲαν ἀνήγαγεν ὅνδε δόμονδε (γ 272). τέταρτοϲ γὰρ τρόποϲ οὐκ ἔνεϲτιν· οὐδὲ γὰρ ἄκων ἀκούϲῃ ϲύνεϲτιν.