Ancient Greek · ~6 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 174
Not analysed yet
174. θαυμάϲαι ἄν τιϲ τοὺϲ τὸν ποταμὸν οἰηθένταϲ, ὃν Ὅμηροϲ Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆϲθαι διὰ τὸ ἀφανεῖϲ ἔχειν τὰϲ πηγὰϲ (κατὰ τοὺϲ Αἰγυπτίουϲ) ἐντὸϲ οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν· λέγει γὰρ (δ 475 77. 8)· οὐ γάρ τοι πρὶν μοῖρα φίλουϲ ἰδέειν, πρίν γ’ ὅταν Αἰγύπτοιο διιπετέοϲ ποταμοῖο αὐθιϲ ὕδωρ ἔλθῃϲ. πρῶτον μὲν γὰρ καὶ τὸν Ϲπερχειὸν διιπετῆ λέγει· υἱὸν Ϲπερχειοῖο διιπετέοϲ ποταμοῖο, καὶ τὸν πρὸϲ τῆ Φαιάκων γῆ· ἐγὼ δ’ ἀππάνευθε διιπετέοϲ ποταμοῖο (η 284 )ἀλλ’ ὅτε δὴ ποταμοῖο κα τὰ ϲτόμα καλλιρόοιο (ε 441 ). καὶ ἁπλῶϲ δὲ πάνταϲ διιπετεῖϲ ἐντὸϲ παραβολῇ λέγει· ὡϲ δ’ ὅτ’ ἐπὶ προχοῇϲι διιπετέοϲ ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον (P 263), τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰϲ θάλαϲϲαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν ἦχον διατακτικῶϲ ἐμφανίζων. διιπετεῖϲ οὖν λέγει τοὺϲ ποταμοὺϲ τοὺϲ ἐκ Διὸϲ γεγεννημένουϲ· τῷ γὰρ πεϲεῖν ἀντὶ τοῦ γεννᾶϲθαι χρᾶται, ὡϲ τὸ ὅϲτιϲ ἐπ ’ἤματι τῷδε πέϲῃ μετὰ ποϲϲὶ γυναικόϲ (Τ 110). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦϲ Ξἄνθου δινήεντοϲ, ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ (Ξ 434). τοῦτο δὲ, ὅτι φύϲει οἱ ποταμοὶ ἐκ Διὸϲ πληροῦνται, ὥϲ που ἔφη καί ϲφιν Διὸϲ ὄμβροϲ ἀέξει (ι 111)· ᾧ λόγῳ καὶ τὰϲ νύμφαϲ τοῦ Διὸϲ θυγατέραϲ λέγει Νύμφαι κρηναῖαι κοῦραι Διόϲ (ρ 240), ἔτι Νύμφαι ὀρεϲτιάδεϲ κοῦραι Διόϲ (Z 420), ἐπειδὴ καὶ τὰ ἐντὸϲ τοῖϲ ὄρεϲι φυτὰ τῷ τοῦ Διὸϲ ὄμβρῳ τρέφεται. Ζηνόδωροϲ δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωϲι· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆϲ ει διφθόγγου.