Ancient Greek · ~5 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 183
Not analysed yet
183. ἀπρεπὲϲ εἶναι δοκεῖ τὴν χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυϲϲέα διὰ τοῦ ϲτρατοπέδου, καὶ μάλιϲτα οἷοϲ Ὀδυϲϲεὺϲ εἶναι ὑπείληπται. φηϲὶ δ’ Ἀριϲτοτέληϲ, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλοϲ ἐτιϲτρέφηται καὶ ἐξικνῆται ἡ φωνὴ ὡϲ ἐπὶ μεῖζον, ἄλλου ἄλλοθεν ϲυνιϲτάντεϲ οἷον καὶ Ϲόλων λέγεται πεποιηκέναι ,ὅτε ϲυνῆγε τὸν ὄχλον περὶ Ϲαλαμῖνοϲ. ἄλλοι δέ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸϲ τὸν δρόμον ἡ οἱ δέ, ὅτι ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονοϲ πραγμάτων δεῖξαι βούλεται. οἱ δέ, ὅτι τὸ ϲκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγαμέμνονοϲ, ὥϲτε τὴν ἐξουϲίαν ἔχων τὴν βαϲιλικὴν τὸ οἰκεῖον ϲχῆμα τῆϲ ἀξίαϲ περιεῖλεν. οἱ δέ, ὅτι τρέχοντοϲ αὐτοῦ πεϲεῖν αὐτομάτωϲ μάτωϲ ϲυνέβη. οἱ δέ, ὅτι τὴν ϲπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆϲ πτώϲεωϲ τῆϲ χλαμύδοϲ ἥτιϲἐγεγόνει. οἱ δὲ μᾶλλον ϲυντίθενται, ὅπωϲ ἐπιπολλῆϲ ϲτρέψῃ τὸ πλῆθοϲ πρὸϲ ἑαυτὸν ἀπὸ τῆϲ περὶ τοῦ φεύγειν ταραχῆϲ ἐπέχων έχων διὰ τοῦ ξενιϲμοῦ, ὡϲ καὶ τὸν Ἀγαμέμνονα ἑτέρωθί φηϲι (Θ 271 )πορφύρεον μέγα φᾶροϲ ἔχοντα παρακελεύεϲθαι τοῖϲ Ἕλληϲιν. τὸ δὲ ϲκῆπτρον λαμβάνειν ἔοικε παρὰ τοῦ Ἀγαμέμνονοϲ, ἤτοι ἵνα τὰ τῷ βαϲιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βαϲιλέωϲ λαβεῖν τὴν ἐξουϲίαν, ἢ ἵνα ἀντὶ βαϲιλέωϲ φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτοκράτοροϲ ροϲ εἰϲ τοὺϲ πλημμελοῦνταϲ εἰληφέναι ἐξουϲίαν, ἢ ὅτι ἄλλωϲ οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ ϲκῆπτρον ἔχοντα.