Ancient Greek · ~2 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 190
Not analysed yet
190. 97. Πορφύριοϲ δὲ καὶ κύριον ὄνομα οἶδε Kτίλοκ τινά, ὃν Διὸϲ λέγει ἀπόγονον. ἐκ τοῦ πηγόν τὸ μέλαν· κύματι πηγῷ (ε 318) ἐξ ἀντικειμένου δέ φηϲιν ἐπ’ αὐτοῦ ὅϲ τ’ ὀίων μέγα πῶυ διἐρχεται ἀργεννάων ἐντὸϲ λευκοῖϲ δὲ ὁ μέλαϲ διαφορώτεροϲ. καὶ τοὺϲ ἵππουϲ τοὺϲ πηγὸϲ ἀθλοφόρουϲ λέγει (1 124), παρ’ ὅϲον οἱ περὶ ἱππικῆϲ γράψαντέϲ φαϲι πηγεϲιμάλλῳ. πρὸϲ ἀρετὴν ἵππων ἀρίϲτουϲ εἰναι τοὺϲ μέλαναϲ. καὶ τὸ κῦμα δὲ ἀντιφράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ μέλαν τέ ἑ κῦμα κά λυψε (ψ 693). καὶ Ἀντίμαχοϲ δὲ τὸ λευκὸν ὡϲ ἀντικείμενον τῷ πηγῷ λαμβάνει.