Ancient Greek · ~4 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 192
Not analysed yet
192. ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοϲεν. τινὲϲ, ἡνίοχον λέγοντεϲ εἶναι τὸν Πάτροκλον, φαϲὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύϲ φηϲιν ἤ οἱ τότε χεῖρεϲ ἄαπτοι μαίνοντο (Π 244). τινὲϲ δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προϲτιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τιϲ καὶ ἐλάττοϲι πρὸϲ καιρὸν χρῆϲθαι. Γρά τηϲ, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπωϲ ἰϲωθῇ τὸ εἶδοϲ καὶ δόξωϲιν εἶναι ὁ μὲν Ἀχιλλεὺϲ ὁ δὲ Πάτροκλοϲ. διὰ τί, φηϲὶ, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει Ἀχιλλεύϲ, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοϲεν: ἄλλοι δέ φαϲιν, ὅτι καταγέλαϲτον ἦν ταπεινὸν φανῆναι τοῖϲ τεθαργηκόϲιν, οἱ δὲ ὅτι τὴν Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διὰ παντὸϲ Ἀχιλλέὼϲ ἡνίοχοϲ νομίζηται, ἢ ὅτι μείζονα μὲν ἴϲωϲ ἁρμοϲθεῖεν ἥϲϲονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥϲτε οὐκ ἠδύνατο αὐτοῖϲ ὁπλιϲθῆναι Ἀχιλλεύϲ. ἢ τῷ μεγέθει μὲν ἴϲα ἦν, ἀϲθενῆ δέ· διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰϲ προῦργον κίνδυνον.