Ancient Greek · ~2 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 221
Not analysed yet
221. διὰ τί οἱ Tρῶεϲ, εἴπερ πάλιν ἐκθέϲθαι τὸν πόλεμον ἐβούλοντο, οὐ ζητοῦϲι τὸν βαλόντα βαλόντα ΒLp, βάλλοντα L, ἀλλ’ εὐθὺϲ ὁρμῶϲιν ἐπὶ τὰ ὅπλα; ὅτι ῷοντο βουλῇ τῶν βαϲιλέων πεπράχθαι τὴν παράβαϲιν. καὶ εἰ μὲν τεθνηκε Μενέλαοϲ, κρατήϲειν Ἐλλήνων ῆλπιζον διὰ τὴν ἐπ’ ἐκείνῳ λύπην κατεπτοημένων Dind. auctore in cod. quodam exstat κατεπτωμένων BLLp, εἰ δὲ μή, κἄν φθάϲαι ἀόπλοιϲ αὐτοῖϲ αὐτ. ἀόπλοιϲ Lp ἐμπεϲεῖν. διὰ τί δὲ πάλιν Ἕξκτωρ οὐκ ἐζήτηϲε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναβαλέϲθαι ἀναλαβέϲθαι Dind. codicem quendam secutus τὸ πταῖϲμα, ἅπαξ Μενελάου τρωθέντοϲ.