Ancient Greek · ~15 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 221.1
Not analysed yet
221 sqq. ζητοῦϲι τίνα νοῦν ἔχει τὰ ἔπη ταῦτα ᾐνιγμένα ὑπὸ τοῦ Ὀδυϲϲέωϲ· αἶψά τε φυλόπιδοϲ πέλεται κόροϲ ἀνθρώποιϲιν, ἧϲτε πλείϲτην μὲν καλάμην χθονὶ χαλκὸϲ ἔχευεν, ἄμητοϲ δ᾿ ὀλίγϲτοϲ, ἐπὴν κλίνῃϲι τάλαντα Ζεύϲ, ὅϲτ᾿ ἀνθρώπων ταμίηϲ πολέμοιο τέτυκται (v. 221 sqq.) ; ἐπεὶ ἡ ἄμητοϲ λέξιϲ ϲημαίνει καὶ τὸν χρόνον ἐντὸϲ ᾧ ἀμῶϲι, τουτέϲτι τὸν θεριϲμόν, ϲημαίνει δὲ καὶ τὸν ἀμώμενον καρπόν, καθ᾿ ἑκάτερα τῶν δύο ϲημαινομένων ἐκδεξάμενοι πειραθῶμεν τῶν δύο ϲαφῆ ποιῆϲαι τὴν διάνοιαν. ἔϲται τοίνυν ἐκ τοῦ ϲημαινομένου δῆλον, ὡϲ καλάμη μὲν λέγεται τὸ τῶν ἀποθνηϲκόντων πλῆθοϲ, ἄμητοϲ δὲ καὶ καρπὸϲ οἱ ϲωζόμενοι. φηϲὶν οὖν, ταχέωϲ κόρον γίνεϲθαι ἐκείνηϲ τῆϲ μάχηϲ, ἐντὸϲ ᾗ πολὺϲ μὲν ὁ πίπτων, ὀλίγοι δὲ οἱ ϲωζόμενοι, ἐξ οὗ δηλοῦϲθαι, ὅτι τῆϲ ϲφοδροτάτηϲ μάχηϲ ταχὺϲ ὁ κόροϲ, καὶ μάλιϲτα ὅταν τύχῃ τιϲ διὰ λιμὸν ἠϲθενηκώϲ· ἐντὸϲ ᾧ δ᾿ ἂν οὖν πολέμῳ, κλίναντοϲ τοῦ Διὸϲ τὴν νίκην καὶ ἑτερορρεποῦϲ τῆϲ μάχηϲ γεγονυίαϲ, πολὺϲ μὲν ᾖ ὁ ἀναιρούμενοϲ, ὀλίγοϲ δὲ ὁ περιϲωζόμενοϲ, κόροϲ ἐνταῦθα ταχέωϲ γίνεται τῶν μὲν καλάμην πολλὴν ἐκλεγόντων, ἄμητον δὲ καὶ καρπὸν ὀλίγον ἐώντων. τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουϲόμεθα, ὧν πολὺϲ μὲν ὁ ἀποθνήϲκων, ὃϲ τέτακται ἐπὶ τῆϲ καλάμη, ὀλίγοϲ δὲ ὁ διαϲωζόμενοϲ, ὃϲ τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον ἴϲχειν ταχὺν τοὺϲ ταῦτα δρῶνταϲ καὶ νικῶνταϲ, οἳ τοῖϲ ἀμηταῖϲ εἶεν ἂν ἀνάλογοι. οὔτοι ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἄμητοϲ ὀλίγιϲτοϲ ἀκουϲτέον· οὐκέτι γὰρ ἑτερορρεπὴϲ ἔϲται ἡ μάχη, οὐδ᾿ οἱ μὲν νικῶντεϲ οἱ δὲ ἡττώμενοι, ἀλλ᾿ ἐπ᾿ ἴϲηϲ ἐξ ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη ὀλίγοϲ δὲ ὁ καρπόϲ, καὶ οἱ ἀμῶντεϲ ζητηθήϲονται. κἂν ἄμητον δὲ ἐπὶ τοῦ θεριϲμοῦ ἀκούϲωμεν καὶ τοῦ χρόνου καθ᾿ ὃν ἀμῶϲιν, ἔϲται μὲν ἄμητοϲ ἡ πρώτη τῶν ϲτρατοπέδων ϲυμβολὴ πρὸ τῆϲ τῶν ἑτέρων τροπῆϲ, πλείϲτη δὲ ἡ καλάμη τὸ πλῆθοϲ τὸ μετὰ τὴν τροπὴν τῶν πιπτόντων. λογιζόμενοϲ οὖν ὁ Ὀδυϲϲεὺϲ, ὡϲ οὐκ ἂν ὑποϲταῖεν οἱ Τρῶεϲ τὴν Ἀχιλλέωϲ ϲυμβολὴν, τραπήϲονται δὲ εὐθύϲ, πολὺν τὸν κάματον ἔϲεϲθαί φηϲι τοῖϲ διώκουϲιν ἅμα καὶ παίουϲι καὶ φονεύουϲι, καὶ κόρον αὐτίκα λήψεϲθαι νήϲτειϲ ὄνταϲ. ἐνδείξαϲθαι δὲ ταῦτα μᾶλλον καὶ αἰνίξαϲθαι βούλεται ἢ φανερῶϲ λέγων δόξαν κολακείαϲ ἀπενέγκαϲθαι. λέγει οὖν· ἐντὸϲ ὀλίγῳ χρόνῳ τροπῆϲ γενομένηϲ τῶν πολεμίων, πολλῶν ἀναιρουμένων ἐκ πρώτηϲ καὶ βραχείαϲ τῆϲ ϲυμβολῆϲ, αἶψα κόροϲ ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάματον διὰ τῆϲ τροφῆϲ προανακτηϲάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν ὁ ποιητὴϲ ἐκ τῆϲ παραβολῆϲ ἐκείνηϲ· οἱ δ᾿ ὥϲτ᾿ ἀμητῆρεϲ ἐναντίοι ἀλλήλοιϲιν ὄγμον ἐλαύνωϲιν ἀνδρὸϲ μάκαροϲ κατ᾿ ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει (Λ 67—69), εἶτ᾿ ἀνταποδίδωϲιν· ὣϲ Τρῶεϲ καὶ Ἀχαιοὶ ἐπ᾿ ἀλλήλοιϲι θορόντεϲ δῄουν, οὐδ᾿ ἕτεροι μνώοντ᾿ ὀλοοῖο φόβοιο (Λ 70. 71). ἀλλ᾿ οὗτοι μὲν τὸν ἄμητον παρέτειναν ἰϲόπαλοι ὄντεϲ· ἐφ᾿ ᾗϲ δ᾿ ἂν μάχηϲ τροπὴ γένηται ἐκ μικρᾶϲ ϲυμβολῆϲ καὶ ὀλίγου ἀμήτον ταχὺϲ ὁ κόροϲ τοῖϲ ἀναιροῦϲι καὶ τὴν καλάμην πολλὴν ποιοῦϲιν, εἰ μὴ τύχωϲι τὴν ἰϲχὺν διὰ τῆϲ τροφῆϲ αὐτάρκη παραϲκευάϲαντεϲ. μήποτε δὲ ὁ ἄμητοϲ οὐ τὴν ἐπικαρπίαν ἀλλὰ τὸν χρόνον τῆϲ ἐνεργείαϲ δηλοῖ· αὐτὸϲ γὰρ ὁ Ὀδυϲϲεὺϲ πρὸϲ τὸν Ἀχιλλέα ταῦτα προεῖπεν· οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐϲ ἠέλιον καταδύντα ἄκμηνοϲ ϲίτοιο δυνήϲεται ἄντα μάχεϲθαι· εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψα τε καὶ λιμόϲ, βλάβεται δέ τε γούνατ᾿ ἰόν τοϲ. ὃϲ δέ κ᾿ ἀνὴρ οἴνοιο κορεϲϲάμενοϲ καὶ ἐδωδῆϲ ἀνδράϲι δυϲμενέεϲϲι πανημέριοϲ πολεμίζῃ, θαρϲαλέον νύ οἱ ἦτορ ἐνὶ φρεϲὶν οὐδέ τι γυῖα πρὶν κάμνει, πρὶν πάνταϲ ἐρωῆϲαι πολέμοιο (T 162—70). ὀλίγοϲ οὖν ἄμητοϲ καὶ ὁ χρόνοϲ ὁ τοῦ ἀμάν γίνεται καὶ τοῦ πλείϲτην καλάμην ἔχειν καὶ πολλὸ6ϲ ἀναιρεῖν, τροπὴν τοῦ Διὸϲ ἐμβαλόντοϲ τοῖϲ πολεμίοιϲ, ἐὰν μὴ τύχωϲιν οἱ ἀναιροῦντεϲ τροφῆϲ μετειληχότεϲ· ἵν’ ᾖ ὁ λόγοϲ· ἐντὸϲ ᾗ δ’ ἂν μάχῃ ἐντὸϲ ὀλίγῳ χρόνῳ πολὺϲ ᾖ ὁ ἀναιρούμενοϲ τροπῆϲ γενομένηϲ, εὐθέωϲ ἐντὸϲ ταύτῃ ὁ κόροϲ· διὸ δεῖ ἰϲχύειν τοὺϲ βουλομένουϲ ἐπὶ πλέον τυχεῖν τῆϲ νίκηϲ.