Ancient Greek · ~14 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 234.1
Not analysed yet
234. διὰ τί ὁ μὲν Γλαῦκοϲ προήχθη εἰϲ φιλοτιμίαν τοῦ ἀλλάϲϲειν τὰ ὅπλα χρυϲᾶ ὄντα πρὸϲ Διομήδην, ὁ δὲ ποιητὴϲ ἐπιτιμῇ ὡϲ οὐ δέον οὐδ’ εἰ φίλοϲ εἴη, προΐεϲθαι πλείονοϲ ἄξιον; προγόνων ὁ Γλαῦκοϲ φιλοτιμίαν ἐξηγηϲαμένου Διομήδουϲ ἀκούϲαϲ οὐκ ὠήθη δεῖν ἐλαττοῦϲθαι ταύτηϲ ῦἰνε ὺϲ γάρ ποτε δῖοϲ ἀμύμονα Βελλεροφόν την ξείνιϲ’ ἐνὶ μεγάροιϲιν ἐείκοϲιν ῆμ ατ ’ἐρύξαϲ· οἱ δὲ καὶ ἀλλήλοιϲ ήλοιϲι πόρον ξεινήια καλά Οἰνε ὺϲ μὲν ζωϲτῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντηϲ δὲ δέπαϲ ἀμφικύπελλον (v. 216 —220). ταῦτ’ οὖν ἀκούϲαϲ ὁ Γλαῦκοϲ προήχθη εἰϲ φιλοτιμίαν προγονικήν· ὡϲ γὰρ Βελλεροφόντηϲ ζωϲτῆροϲ οὐκ ἀπηξίωϲε χρυϲοῦν ἔκπωμα δοῦναι καὶ ὅλωϲ χρύϲεον δεδώρηται τῷ ξένῳ, οὕτω καὶ αὐτὸϲ χρυϲὸν ὃν εἰχε περικείμενον δοῦναι προήχθη, ἀκούϲαϲ παρὰ τοῦ φοβερωτάτου Διομήδουϲ τῶν τότε· τῷ νῦν ϲοὶ μὲν ἐγ ὡ ξεῖνοϲ φίλοϲ Ἀργεἱ μέϲϲ ῳ εἰμί, ϲὺ δ’ ἐντὸϲ Λυκίῃ, ὅτε κεν τῶν δῆμον κωμαι (v. 224), καὶ προϲέτι εἰπόντοϲ τοῦ Διομήδουϲ τεύχεα δ’ ἀλλήλοιϲ ἐπαμεί ψομεν, ὄφρᾶ καὶ οἵδε γνῶϲιν, ὅτι ξεῖνοι πα τρώιοι εὐχόμεθ’εἰναι (ν. 230. 31 ). μικρολογίαϲ γὰρ ἦν αἰτηθέντα τοῖϲ μὲν ἄλλοιϲ ὑπακοῦϲαι, ἀντειπεῖν δὲ πρὸϲ τὰ δῶρα. ὁ ποιητὴϲ δὲ, φηϲὶν Ἀλριϲτοτέληϲ, οὐχ ὅτιτὰ πλείονοϲ ἄξια ὄντα προήκατο ἐπιτιμ ,ἀλλ’ ὅτι ἐντὸϲ πολέμῳ καὶ χρώμενοϲ προίετο. οὐδὲν γὰρ ἀλλοιότερον ,ὥϲπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα ἐπιτιμῷ οὑν ὅτι κρείττω προίετο οὐκ είϲ τιμὴν ἀλλ’ εἰϲ χρῆϲιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶϲαι εἰπόντα τὴν ἀξίαν. τινὲϲ δ’ οὐ καταμεμφεϲθαί φαϲιν ἐντὸϲ τῷ φάναι Γρονίδηϲ δὲ φρέναϲ ἐξέλετο ζεύϲ τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰϲ μέγα ἆραι καὶ αὐξῆϲαι, ὡϲ ἐντὸϲ τῷ xo ύρην ἣν ἄρα μοι γέραϲ ἔξελον υεϲ Ἀχαιῶν (ΙΙ 56) δηλοῖ γάρ· ἣν εἰϲ τιμὴν γεραίροντέϲ με δεδώκαϲι καὶ τὸ γέραϲ μου αὔξοντεϲ· γέροϲ γὰρ ἔξελον ἐξαίρετον ποιοῦντεϲ. τὰ δὲ γινόμενα ὡϲ ἐπὶ τὸ πολῶ θεοῖϲ εἰώθαϲιν ἀνάπτειν. τὸ μέντοι ἔγχεα δ’ ἀλλήλων ἀλεὠμεθα καὶ δι’ ὁμίλου (Ζ 226) ἀντὶ τοῦ ἐντὸϲ ὄψει πάντων, ὡϲ εἰδέναι αὐτοὺϲ ὅτι ξένοι ἀλλήλων ἐϲμέν, ἢ μὴ μόνον ἀλλήλων φειδώμεθα ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλ’ οὐτοι μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸϲ ἀλλήλουϲ ἐϲπείϲαντο πόλεμον, αρπηδὼν δὲ καὶ Τληπόλεμοϲ ϲυγγενεῖϲ ὄντεϲ καὶ τοῦτο γινώϲκοντεϲ ϲυνελθὸντεϲ διὰ θανάτου ἐκρίθηϲαν, τοῦ μὲν ἀποθανόντοϲ τοῦ δὲ τρωθέντοϲ (ε 65 s .) . οὕτωϲ ἡ λεγομένη ϲυγγένεια πρὸϲ φιλίαν οὐδὲν ϲυνεργεῖ. ἄλλωϲ. ἀϲύμφορον δοκεῖ εἰναι ἄφροναϲ καλεῖν τοὺϲ λαμπρὸϲ τὰϲ ψυχὰϲ καὶ ἀποκλείειν τὰϲ μεγολοψυχίαϲ τῶν ξένων πρὸϲ ἀλλήλουϲ. οἱ μὲν οὑν ἀπὸ τῆϲ λέξεωϲ λύουϲι, τὸ ἐξέλετο ἀποδιδόντεϲ τὸ ἐξαίρετον καὶ ἔκκριτον ἐποίηϲε, βιαίωϲ πωϲ. οἱ δὲ περίρραϲιν εἰναι· Γλαύκῳ φρἐναϲ ἐξέλετο· μὴ γὰρ ἀμειψάμενοϲ ἀλλ’ ἀπειθήϲαϲ ἀνῃρέθη ἄν, πολὺ βιαιότερον ἀποδιδόντεϲ. οἱ δὲ πρὸϲ τὸν καιρύν, ὅτι ὁ χρυϲὸϲ ἐπιτηδειότεροϲ πρὸϲ τὸν πόλεμον διὰ τὸ ϲτίλβον τῶν ὅπλων. ἐμοὶ δὲ οὐδ’ οὕτωϲ καλῶϲκαὶ γάρ τε Λιταί εἰϲι Διὸϲ κοῦραι μεγάλοιο, χ ωλαί τε ῥυϲαί τε παραβ λ ῶπέϲ τ’ ὀφθαλμώ (1 502. 3). εἰκότωϲ ὁ Γλαῦκοϲ τοῦ προγόνου τὸ φιλότιμον ἀκούϲαϲ Βελλεἐνθ’ οὖτε. ροφόντου χρυϲὸν δωρεῖται πρὸϲ τὸ παρόν, ἄλλωϲ τε ὑπερήδεται τῇ ϲυντυχίᾳ γινόμενοϲ ἰδιόξενοϲ τοῦ παναρίϲτου Διομήδοῳϲ. τὸ δὲ ἐξἐλετο ἀντὶ τοῶ ὑπερηύξηϲε τῇ ψιλότητι. ἢ μάλλον αἰτιάται αὐτὸν ὅτι κατὰ τῶν ϲυμμάχων ἐκόϲμει αὐτὸν λαμπροτέροιϲ ὅπλοιϲ. ἢ ὡϲ Ἡψαιϲτότευκτα. ἤ, ὡϲ Πίοϲ ,ἵνα κἀν τούτῳ αὐξήϲῃ τὸν Ἐλληνα ὡϲ μὴ ἐξ ἴϲου ἀπηλλαγμένον, ὅπερ ἡδὺ τοῖϲ ἀκούουϲιν· ὅπου γὰρ ταῦτα, εὔκαιροϲ ἡ τῶν πολεμίων ὁρμή.