Ancient Greek · ~2 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 239
Not analysed yet
239. 40. ζητεῖται διὰ τί ἄκοντά φηϲι τὸν ἥλιον δῦναι. Κράτηϲ μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων, χρονίζειν ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖϲ τὸ ἐπίτευγμα· Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθοκλῆϲ δέ φηϲι ϲυνάγεϲθαι, ὅτι καθ’ Ὅμηρον ἐναντίωϲ τῷ οὐρανῷ φέρεται ὁ ἥλιοϲ, τῇ δὲ δίνη αὐτοῦ ϲυνέλκεται Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸϲ φύϲιν ἐκ τοῦ ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν (Ο 18), ἕλκεϲθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆϲ δίνηϲ ὑπὸ τὰϲ δυϲμάϲ.