Ancient Greek · ~4 min
Ψ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 269-2
Not analysed yet
269. διὰ τί Ἀχιλλεὺϲ ἐντὸϲ τῷ τετάρτῳ ἀγῶνι πλεῖϲτον ἀποδίδωϲιν. ἆθλον· τὰ γὰρ δύο τάλαντα τοῦ χρυϲοῦ πλεῖον ἵππου καὶ γυναικὸϲ. ὅτι δὲ οὐϲ ὀλίγον ἦν, ϲῆμα ὅτι ἐντὸϲ Λιταῖϲ προτίθηϲι δέκα τάλαντα χρυϲοῦ πρὸϲ πολλῇ προικί (Ι 122). λύων οὖν ὁ Ἀριϲτοτέληϲ τὸ τάλαντον οὔτε ἴϲον φηϲὶ τότε καὶ νῦν εἶναι οὔτε ἀφωριϲμένῳ χρῆϲθαι ϲταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι, ὡϲ καὶ φιάλη ϲχῆμά τι ἀφωριϲμένον οὐκ ἔχον ϲταθμόν, μέτρον δέ τι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐϲτι, πόϲον δὲ οὐκέτι ἀφωριϲμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖϲ ὑπερφίαλον καὶ ἀτάλαντον. ὥϲπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ ϲημαίνει καὶ ἄμετρον, ὡϲ τῆϲ φιάληϲ ἐμμέτρου οὔϲηϲ (ὑπερφίαλοϲ γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆϲ φιάληϲ), οὕτω καὶ ἀτάλαντοϲ ὁ ἐξῃρημένοϲ τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίϲων (ἐκβεβηκὼϲ ἴϲοϲ ἂν εἴη. ὁ γὰρ οὐκ ἄνιϲοϲ, οὗτοϲ καὶ ἀτάλαντοϲ, ὁ τὸ ἄνιϲον τῶν ταλάντων μὴ ἔχων. διὸ καὶ ἴϲοϲ. ὃ γὰρ ἐντὸϲ ἄλλοιϲ ἔφη ἶϲοϲ Ἐνυαλίῳ (Χ 132), τοῦτο δεδήλωκεν ἐντὸϲ τῷ ἀτάλαντοϲ Ἄρηι (e. c. B⟩ 627).