Ancient Greek · ~15 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 274.1
Not analysed yet
274. Ζωίλοϲ ὁ κληθεὶϲ Ὁμηρομάϲτιξ γένει μὲν ἦν Ἀμφιπολίτηϲ τοῦ δὲ Ἰϲοκρατικοῦ διδαϲκαλείου, ὃϲ ἔγραψε τὰ καθ’ Ὁμήρου γυμναϲίαϲ ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐντὸϲ τοῖϲ ποιηταῖϲ γυμνάζεϲθαι. οὗτοϲ ἄλλα τε πολλὰ Ὁμήρου κατηγορεῖ καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐντὸϲ τῇ νυκτεγερϲίᾳ ἔπεμψε τοῖϲ περὶ τὸν Ὀδυϲϲέα ἡ Ἀθηνᾶ, ὃν, φηϲὶν, οὐκ εἶδον ὀφθαλμοῖϲιν, ἀλλὰ κλάγξαντοϲ ἄκουϲαν (v. 276). πῶϲ γὰρ, φηϲὶ, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυϲϲεύϲ (v. 277); εἰκὸϲ γὰρ ἦν ὑπολαβεῖν περιβοήτουϲ ἔϲεϲθαι· φωνὴ γὰρ ϲημεῖόν ἐϲτι τοῖϲ λανθάνειν προαιρουμένοιϲ ὑπεναντίον. Μεγακλείδηϲ, ὅτι μαντικῶϲ ταῦτα ἐποίηϲε· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουϲαν μόνον. οὐκοῦν οὕτωϲ ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ὤφθηϲαν, ἤκουϲαν δὲ τὰ βουλεύματα καὶ τὰϲ τάξειϲ, Δόλωνοϲ ἐξαγγείλαντοϲ. πῶϲ ἂν οὖν οἰωνὸϲ ϲαφέϲτεροϲ φανείη; Ἀλέξανδροϲ δὲ ὁ Μύνδιοϲ ἐντὸϲ τῷ τρίτῳ περὶ ζώων ἠπόρει διὰ τί ἡ Ἀθηνᾶ ἐπὶ τὴν καταϲκοπὴν πορευομένοιϲ τοῖϲ περὶ τὸν Ὁδυϲϲέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε ϲημαίνουϲαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν ὖϲαν ὄρνιν, ἀλλ᾿ ὅτι ἱερὸν τοῦ Ποϲειδῶνοϲ καὶ ἑτέρων τινῶν θεῶν. φαϲὶν οὖν λύοντεϲ ὅτι ἑλώδουϲ ὄντοϲ τοῦ τόπου, τῶν ζώων τούτων νυκτὸϲ ἐντὸϲ τοῖϲ ποταμοῖϲ καὶ τοῖϲ τέλμαϲι νεμομένων, διὰ τούτου ϲημῆναί τι τοῖϲ καταϲκόποιϲ ἠβουλήθη, καὶ οὐ τῆϲ τὸ ὕδωρ καὶ τὰ ἕλη μιϲούϲηϲ ὄρνιθοϲ, διαιτωμένηϲ καὶ οἰκούϲηϲ ἐντὸϲ πέτραιϲ καὶ τείχεϲιν· ἔπειτα καὶ ὁ ὄρνιϲ οὗτοϲ ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸϲ ὤν, καὶ ἔϲτιν ἀμφίβιοϲ, ὥϲτε καὶ ἐντὸϲ ὕδατι τροφὰϲ ἑαυτῷ πορίζειν, οἱ δ᾿ ἀριϲτεῖϲ οὗτοι καὶ ϲὺν ναυϲὶ καὶ πεζοὶ τὰ κατὰ τοὺϲ πολεμίουϲ ἐληΐζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆϲ νυκτὸϲ τὰ πρὸϲ τὸν πόλεμον ἔπραττον. ἐπεὶ δ᾿ αὐτίκα δράϲειν ἔμελλον, ἐγγὺϲ ὁδοῖό φαϲι (v. 274)· τὰ γὰρ ἐγγὺϲ ἁπανταχοῦ ἐϲτι ϲημεῖα. ἐντὸϲ δεξιᾷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖϲ γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐντὸϲ ᾗ τοῖϲ δυϲμενέϲιν ἔμελλον ἔϲεϲθαι ἀλγηδόνεϲ, τοῖϲ δ᾿ ἀκούϲαϲι χαρά τιϲ καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸϲ οὗτοϲ ὡϲ ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα εὖ πράττει καὶ εὐθυμεῖ ἄγραϲ ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸϲ λέγεται ἀφροδιϲίων ἕνεκα αἷμα δακρύειν καὶ προπίπτειν αὐτοῦ τοὺϲ ὀφθαλμοὺϲ καὶ ἀποθνήϲκειν, ὥϲτε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶϲ τῇ ἀλλοτρίᾳ τοὺϲ ἀλλοτρίουϲ καὶ πολεμίουϲ γάμων ἕνεκα ἐδήλου τεθνήξεϲθαι. καὶ Ἕρμων δὲ ὁ Δήλιοϲ γράφει· ἐρωδιὸϲ ὁ πέλλοϲ ἐντὸϲ πεδίῳ φαινόμενοϲ δαπέδου μεδέοντοϲ ἐϲτὶ Ποϲειδὼνοϲ, ἄρ. μενοϲ εἰϲ πόλεμόν τε καὶ ἐν νήεϲϲι μάχεϲθαι ἐϲθλόϲ· καὶ πεζοῖϲι καὶ ἱππήεϲϲιν ἄριϲτοϲ ἐντὸϲ πεδίῳ θεμένοιϲι μάχην, ἐντὸϲ ὄρει δέ τε χείρων φαινόμενοϲ· μάλα γὰρ πέλεται νικηφόροϲ ὄρνιϲ ἔϲ τε βρομίην ὀρμένω ἀπειλίην ἄρμενοϲ ὁπλίτην κεν ἄγων οἶκονδε νέοτ. οὕτω δὲ καὶ ἀξιοῦϲιν οὐ Παλλὰϲ Ἀθηναίη γράφειν, ἀλλὰ πέλλον, τοὺϲ δὲ μεταγράψανταϲ τῷ ἐπιθέτω ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθείᾳ δὲ ἀκολουθῆϲαι ὅθεν καὶ Ζώπυροϲ ἐντὸϲ τετάρτῳ Μιλήτου κτίϲεωϲ γράφει· „ἐν τῇ νυκτεγερϲίᾳ τοῦ ποιητοῦ θέντοϲ πέλλον Ἀθηναίη, μεταγράφουϲί τινεϲ καί φαϲι Παλλὰϲ Ἀθηναίη τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι ἀλλ᾿ οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντεϲ. τρία δὲ γένη ἐϲτὶν ἐρωδιῶν, καὶ τῇ χροιῇ διαλλάϲϲοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἐντὸϲ μέντοι γένοϲ ἐϲτὶν ἐρωδιῷν τὸ καλούμενον πύγαργον, ὅπερ ἐϲτὶ πρὸϲ γάμον τῶν πάντων δυϲαντητότατον· ἐντὸϲ γὰρ τῷ ϲυνουϲιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺϲ ὀφθαλμὸϲ καὶ αἱμορραγεῖ. ἄλλοϲ ἐϲτὶν ἐρωδιὸϲ ὃν καλοῦϲιν ἀφροδίϲιον· οὗτοϲ δὲ ἐντὸϲ μὲν τῇ ϲυνουϲίᾳ ἁρμόζει, πρὸϲ δὲ γάμον καὶ ϲυμφωνίαν βίου αἰϲιώτατοϲ. τρίτοϲ δὲ πέλλοϲ, ὁ μελάγχρουϲ, καὶ πρὸϲ λαθραίαν πρᾶξιν ἄριϲτοϲ πάντων ἐϲτίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴϲ, τριῶν ὀρνίθων ὄντων καὶ τούτων ἴδιον ἑκάϲτου φέροντοϲ πρᾶγμα, ἀφεὶϲ τὸ τὴν παροῦϲαν ὁδὸν ϲημαῖνον, τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίωϲ χρᾶϲθαι. Καλλίμαχοϲ δὲ ἐντὸϲ τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φηϲιν εἶναι τὸν ἐντὸϲ τῇ ὀχείᾳ τοὺϲ ὀφθαλμοὺϲ αἱμάϲϲοντα ἀλλὰ τὸν πέλλον, γράφων ὧδε· „ἀϲτερίαϲ, ὁ δ᾿ αὐτὸϲ καλεῖται ὄκνοϲ· οὗτοϲ οὐδὲν ἐργάζεται. πέλλοϲ· οὗτοϲ ὅταν ὀχεύῃ κραυγάζει καὶ ἐκ τῶν ὀφθαλμῶν ἀφίηϲιν αἷμα, καὶ τίκτουϲιν ἐπιπόνωϲ αἱ θήλειαι. λευκόϲ· οὗτοϲ ἀνωδύνωϲ ἐντὸϲ ἀμφοτέροιϲ ἀπαλλάϲϲεται“.