Ancient Greek · ~5 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 275
Not analysed yet
275. διὰ τί Ἥραϲ ὑποϲχομένηϲ τῷ Ὕπνῳ δώϲειν θρόνον ἀρνεῖται, αἰτεῖται δὲ Χαρίτων μίαν ὁπλοτεράων; καὶ τί βούλεται ἡ ὁπλοτέρα ὁπλοτεράων. Χάριϲ, ῥητέον οὖν · τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι Ὕπνοϲ θρόνου, οὐ δεῖται Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ Ὕπνοϲ πάθοϲ ἐϲτὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν δὲ αἰτεῖται οὐ προκαταρκτικὴν ἀλλ’ ἀμειπτικήν· ἀνθ’ ὧν γὰρ εὖ ποιεῖ ἀξιοῖ λαβεῖν τὴν ἀμοιβήν, οὐκ ἐξ ὧν αὐτὸϲ προκατήρχθη. αἱ μὲν οὖν προκατάρχουϲαι Χάριτεϲ εἶεν ἂν πρεϲβύτεραι, αἱ δὲ ἀμειπτικαὶ ἔτι νεώτεραι· μεταγενέϲτερον ηὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον τοῦ προτέρου. διόπερ τῶν ὁπλοτέρων φηϲὶν αἰτεῖϲθαι μίαν Χαρίτων. φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν ἰϲχύοντα, ποιήϲαϲ τοὔνομα ἀπὸ τοῦ φέρειν δύναϲθαι μᾶλλον τὰ προϲπίπτοντα. τούτου πρόφερε οὖν ἐντὸϲ εἴδει ὁ ὁπλότεροϲ, ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενοϲ. ἀντιφερίζει δὲ ὁ ἐξ ἐναντίαϲ τῷ φέροντι ἀντιφέρων τὸ ἴϲον. τὸ δ’ αὐτὸ καὶ ἰϲοφαρίζει (Φ 194) λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων· ἥλικεϲ ἰϲοφόροι (ϲ 373). ἀπὸ τοῦ φέρειν δὲ καὶ τὸ ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένοϲ (K 479), ὡϲ εἰ ἔλεγε τὸ ὅπλον ,καὶ μή μοι δ ῶρ’ ἐρατὰ πρόφερε χρυϲῆϲ Ἀφροδίτηϲ (Γ 64).