Ancient Greek · ~5 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 276b
Not analysed yet
276. διὰ τί βουλόμενοϲ ἐπιορκῆϲαι τοὺϲ Τρῶαϲ ὁ ποιητήϲ, ἱνα εὐλόγωϲ ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦνταϲ ἀλλ’ οἴεται: ὁ γὰρ ὅρκοϲ ἦν, εἰ λεξανδρον ἀποκτείνειεν ὁ Μενέλαοϲ, ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντοϲ δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντεϲ οὐδ’ ἐπιώρκηϲαν. φηϲὶ δ’ Ἀριϲτοτέληϲ, ὅτι οὐδ’ ὁ ποιητὴϲ λέγει ὡϲ ἐπιώρκηϲαν, καθάπερ ἐπ’ ἄλλων· ὥϲ φᾶ το καί ῥ’ ἐπίορκον ὥμοϲεν Κ 332), ἀλλ’ ὅτι κατάρατοι ἦϲαν· αὐτοὶ γὰρ ἑαυτοῖϲ κατηράϲαντο εἰπόντεϲ· Ζεῦ κύδιϲτε μέγιϲτε καὶ ἀθάν ατοι θεοὶ ἄλλοι, ὁπ πότεροι π ρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ ϲφ’ ἐγκέφαλοϲ χαμάδιϲ δέοι ὡϲ ὅδε οiνοϲ (Γ 298 —300). οὐκ ἐπιώρκηϲαν μὲν οὖν, ἐκακούργηϲαν δὲ καὶ ἔβλαψαν τοὺϲ ὅρκουϲ· ἐπάρατοι οὖν ἦϲαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται, ἐξ αὐτῶν ὡν κατηράϲαντο γενέϲθαι αὐτοῖϲ τὴν βλάβην εὐξαμένων γὰρ ἐκείνων· ὁ π πότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧ δέ ϲφ’ ἐγκἐφα λοϲ χαμάδιϲ διϲ. ῥέοι ὡϲ ὅδε οἰν οϲ, ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ· ἐλθεῖν ἐϲ Γρώ ων καὶ Ἀχαιῶν φύλοπιν αἰν ήν, πειρᾶν δ’ ὥϲ κεν Τ ρῶεϲ ὑπερκύδανταϲ Ἀλχαιοὺϲ ἄρξωϲιν πρότεροι ὑπὲρ ὅρκια δηλήϲαϲθαι (Δ 65 —67). τὸ δὲ βλάψαι οὐκ ἔϲτιν ἐπίορκῆϲαι.