Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 279
Not analysed yet
279. πῶϲ τοῦτο ὁ Nέϲτωρ εἴρηκεν; ἆρα δύναταί τιϲ βαϲιλεῦϲαι βαϲιλεύειν L χωρὶϲ τῆϲ τοῦ θεοῦ βουλῆϲ ῥητέον οὖν ὅτι καὶ ῥητ. ὅτι L καλῶϲ τοῦτο εἴρηκεν οὐ γὰρ ἄπαντεϲ παρὰ τοῦ Διὸϲ ἔχουϲι τὸ ϲκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγωϲ δὲ εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐϲτιν, οὐ μέντοι καὶ πᾶϲ ἄρχων καταθύμιόϲ ἐϲτι τῷ θεῷ om. ἐϲτι τῷ L, ὡϲ παραχρώμενοϲ τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶϲ, τοῦ θείου παραχωροῦντοϲ αὐτῷ καὶ ἀφροντιϲτοῦντοϲ τοῦ τοιούτου.