Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 3
Not analysed yet
3. τὸ ολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προΐαψεν ἐναντίον φαίνεται τῶ μοῖραν δ᾿ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν (Ζ 488), ἔτι δὲ καὶ ψυχὴ δ᾿ ἠύτ᾿ ὄνειροϲ ἀποπταμένη πεπότηται (λ 222), εἰϲ Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ προΐαψεν ἐϲτὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα οὔτε ἡ ψυχὴ μένει, γὰρ . λύεται δὲ κατ’αὐτὴν τὴν λέξιν· τὸ προΐαψεν ἀποδιδόαϲί τινεϲ ἀντὶ πρὸ ἄλλων τῷ ἅμματι καὶ τῷ . πτω τὸ γὰρ Ἄϊδι προϊαφεν ἐναντίον τῷ μοῖραν δ᾿ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. ἀλλ᾿ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν. ὡψ οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέωϲ ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουϲτέον τὴν πρὸ τῆϲ ὡριϲμένηϲ τελευτήν· περπώδηϲ γὰρ ἀνθρώποιϲ θάνατουϲ ὁ ἐν γήρᾳ γινόμενοϲ· γῆραϲ γάρ φηϲι καὶ θάνατοϲ τά τ᾿ ἐπ᾿ ἀνθρώποιϲι πέλονται (ν 59). προΐαψεν νὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψαϲα Ἅιδῃ, τουτέϲιτ πρὸ τοῦ πρέποντοϲ ἀνθρώποιϲ θανάτου. ἢ περιττεύει ἡ πρό, ὡϲ τὸ νῆάϲ τε προπάϲαϲ (Β 493).