Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 300
Not analysed yet
300 διὰ τί ὁ Ἀχιλλεὺϲ τὴν μὲν Βριϲηίδα φηϲὶ δώϲειν —χερϲὶ μὲν o ὔτι ἔγωγε μα χέϲϲομαι εἵνεκα κούρηϲ —τῶν δ’ ἄλλων ἅ μοί ἐϲτι θοῇ παρὰ νηὶ μελαίνῃ οὐδὲν προΐεϲθαί φηϲιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βριϲηίδα τῶν ἄλλων μᾶλλον ϲπουδάζων, ῥητέον οὖν ὅτι, ὅπωϲ μὴ ἀκρατὴϲ εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φηϲι φείδεϲθαι, προϲίετο· καὶ ὅτι νόμοϲ ἦν τῷ βαϲιλεῖ ἀκρατὴϲ ib .) . ἐξαιρεῖϲθαι τὰ πρῶτα. ἐγένετο δ’ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀναδάϲιμα, τῆϲ Χρυϲηίδοϲ ἀποδοθείϲηϲ, ὥϲτε παρηνόμει μὴ δοὺϲ τὴν αἱρεθεῖϲαν ὑπὸ τοῦ βαϲιλέωϲ. ἐξῆν γὰρ αὐτῷ ὅτι βούλοιτο λαβεῖν· διό φηϲιν ἢ τε ὸν ἢ Αἴαντοϲ ἢ Ὀ δυϲῆοϲ (v. 138). ὥϲτε εἰϲ μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡϲ ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖϲθαι τὸ μὲν γὰρ πονηρίαϲ ἐϲτὶ τὸ δὲ ἀνανδρίαϲ.