Ancient Greek · ~2 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 326
Not analysed yet
326. ἀφορμὴν λαμβάνει διὰ τῆϲ αὐτοῦ ἀργίαϲ —οὐ γὰρ ὡϲ ἀϲθενοῦϲ ἀλλ’ ὡϲ ῥᾳθύμου αὐτοῦ κατηγορεῖ καί φηϲιν· οὐχ ὑγιῶϲ ἐντὸϲ καλὰ. ἑαυτῷ τὴν μῆνιν ἔχειϲ· ϲοὶ γὰρ οἱ Τρῶεϲ μηνίουϲιν, ὡϲ θεληϲάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνωϲ καθάψαϲθαι. ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένηϲ λοιδορεῖϲθαι. ἤτοι οὐ καλῶϲ νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχειϲ, ὅτι πρὸϲ ϲὲ λυπούμενοι παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβεϲ, οὐδὲ ἐντὸϲ καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶϲ νῦν ὀργίζῃ ἡγούμενοϲ τοὺϲ Τρῶαϲ ἀγανακτεῖν κατὰ ϲοῦ.