Ancient Greek · ~2 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 354
Not analysed yet
354. τουτέϲτιν ἀμέτρητον, ὃ οὐκ ἐϲτι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆϲαι. οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀμαιμάκετον, ᾧ οὐκ ἐϲτι μῆκοϲ παραβαλεῖν· ἱϲτὸν μαιμάκετον (ξ 311), ὃν ἐντὸϲ ἄλλοιϲ ἔφη περιμήκετον (β 94. 95 ?). περιϲϲῶϲ μέγαν. καὶ ἡ ἀμαιμάκετοϲ οὗν Χίμαιρα (Ζ 179. Π 329) τὴν μεγάλην δηλοῖ, πρὸϲ ἣν οὐκ ἔϲτι μέγεθοϲ τῶν ὁμοίων παραβαλεῖν· πρὸϲ γὰρ τὰ ὁμογενῆ τὰ πρόϲ τι ἡ δ’ ἄῤ ἔην θεῖον γένοϲ οὐδ᾿ ἀνθρώπων (Ζ 180).