Ancient Greek · ~2 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 385
Not analysed yet
385. ἀλλὰ καὶ οἱ θεοὶ, φαϲὶ, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιϲτοι, Ἀπόλλων, Ἄρτεμιϲ, Ἡρακλῆϲ, Εὔρυτοϲ ἀλλὰ καὶ ἐντὸϲ τοῖϲ πρὸϲ Ἴλιον ϲτρατευομένοιϲ Μηριόνηϲ, Φιλοκτήτηϲ, Τεῦκροϲ. οὐχ ὅτι δὲ τοξότηϲ ὀνειδίζει, ἀλλ’ ὅτι φαῦλοϲ· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν τῇ τρχὶ, φηϲὶ, κάλλιϲτε ἐπὶ ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακὸν ἐϲτι καθ᾿ ἑαυτὸ. Ἀριϲτοτέληϲ δέ φηϲι· κέρᾳ ἀγλαὸν εἶπὲν ἀντὶ τοῦ αἰδοίῳ ϲεμνυνόμενον, ἐπὶ τοιούτου ϲημαινομένου τὴν λέξιν ἐκεῖνοϲ νοήϲαϲ.