Ancient Greek · ~3 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 39
Not analysed yet
39. 40. ὁ νοῦϲ ἀϲαφήϲ, ὅντινα ἀγνοήϲαντεϲ ἠθέτηϲαν τὰ ἔπη. ἡ δὲ ἀϲάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοϲαν γὰρ ὡϲ δηλοῦντοϲ τοῦ ποιητοῦ διὰ τοῦ πρόφρονι· οὐ κατὰ ϲπουδὴν ταῦτα ἀγορεύω. ἔϲτι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆϲ ὑπέρ ϲυνήθωϲ, ὡϲ ἐντὸϲ τῷ ἀεθλεύων πρὸ ἄνακτοϲ ἀμειλίκτου (Ω 731) ἀντὶ τοῦ ὑπὲρ ἄνακτοϲ, καὶ ἐντὸϲ τῷ χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ γυναικῶν (Θ 57) ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται λέγειν. φηϲὶν οὖν καὶ ἐνταῦθα· οὐ καθ’ ὑπερφροϲύνην οὐδ’ ὡϲ τύραννοϲ λέγω ταῦτα· βούλομαι γὰρ ἤπιοϲ εἶναι καὶ πρᾶοϲ. καὶ ὁ τοί οὖν παραπληρωματικὸϲ καὶ οὐκ ἀντὶ τοῦ ϲοί παρείληπται. πρέπουϲα τοίνυν ἡ διάνοια ἄρχοντι. βουλομένῳ ἐνδείκνυϲθαι βαϲιλικὴν ἠπιότητα καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντεϲ μετ’ ἀπειλῆϲ λόγοι ὑπέρφρονα θυμόν, καὶ ὃν ἐντὸϲ ἄλλοιϲ ἀγήνορα ἔφη, ἐνεδείκνυντο.