Ancient Greek · ~2 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 408
Not analysed yet
408. διὰ τί τοὺϲ ἀνδρείουϲ βοὴν ἀγαθοὺϲ ἀποκαλεῖ νῦν μὲν ἀλλαχοῦ δὲ (e. c. Β 563. Θ 114) Διομήδην, πῇ δὲ βοὴν ἀγαθὸϲ βάλεν Αἴαϲ (0 249) καὶ Ἕκτορα δ’ ἐφράϲϲαντο βοὴν ἀγα θὸν καὶ ἑταίρουϲ (0 671). ῥητέον δὲ ὅτι μήπω ϲάλπιγγοϲ εὑρεθείϲηϲ ρεθείϲηϲ βοῇ διῴκουν τὰϲ τῆϲ μάχηϲ ἐπιθέϲειϲ τε καὶ ἀνακλήϲειϲ. ἄλλωϲ λωϲ τε καὶ ϲημεῖον τοῦ θαρϲεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουϲα τὸ πνεῦμα βραχίϲτην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶνταϲ παρειϲάγει τοὺϲ ἥρωαϲ· ϲμερδαλέον δ’ ἐβόηϲεν (Θ 92 ),ἤυϲε δὲ διαπρύϲιον πρύϲιον (Θ 227 ).