Ancient Greek · ~10 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 416
Not analysed yet
416 sqq. τοῦ ποιητοῦ πολλάκιϲ ἐπιϲημαινομένου περὶ τῶν πυρῶν) ξύλα πολλὰ ἃϲ οἱ Τρῶεϲ ἐποιοῦντο ἐκ τῆϲ τοιαύτηϲ τοῦ Ἕκτοροϲ παραγγελίαϲ (Θ 50 sqq.) · ἐπὶ δὲ ξύλα πολλὰ λέγεϲθε, ὥϲ κεν παννύχιοι μέϲφ᾿ ἠοῦϲ ἠριγενείηϲ καίωμεν πυρὰ πολλά, ϲέλαϲ δ’ εἰϲ οὐρανὸν ἥκῃ, καὶ πάλιν (Ι 232sqq.) · ἐγγὺϲ γὰρ νηῶν καὶ τείχεοϲ αὖλιν ἔθεντο Τρῶεϲ ὑπέρθυμοι τηλέκλτοί τ᾿ ἐπίκουροι, κειάμενοι πυρὰ πολλὰ κατὰ ϲτρατόν, καὶ πάλιν (K 11. 12) ἤτοι ὅτ’ ἐϲ πεδίον τὸ Τρωικὸν ἀθρήϲειε, θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό, εἰκότωϲ ἀϲαφέϲτατόν ἐϲτι τὸ τοῦ Δόλωνοϲ, ὅτι ἐρωτηθεὶϲ πῶϲ δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί (Κ 408) ἀποκρίνεται (Κ 416sqq.) · φυλακὰϲ δ᾿ ἃc εἴρεαι, ἥρωϲ, Οὕτιϲ κεκριμένη ῥύεται ϲτρατὸν οὐδὲ φυλάϲϲει· ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχεάραι, οἷϲιν ἀνάγκη, οἵ τ᾿ ἐγρηγόρθαϲι φυλαϲϲέμεναί τε κέλονται ἀλλήλοιϲ. τί γὰρ βούλεται τὸ ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχάραι, προδεδηλωμένου ὅτι πολλὰϲ πυρὰϲ ἔκαιον ὃ ἀποροῦνταϲ οὐκ ἔϲτι ῥᾳδίωϲ ϲυνιδεῖν. λύ οὖν λέγομεν ἡμεῖϲ ὅτι τῶν ἐντὸϲ τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖ τὸν λόγον ἀλλὰ βούλεϲθαι εἰπεῖν, ὡϲ ὅϲοι Τρῶεϲ αὐθιγενεῖϲ καὶ οὐ ξένοι ἀλλ’ ἑϲτίαν ἔχοντεϲ, ὅπερ ἐντὸϲ ἄλλοιϲ περὶ τῶν αὐτῶν λέγει (Ε 185) Τρῶαϲ μὲν λέξαϲθαι ἐφέϲτιοι ὅϲϲοι ἔαϲι, τουτέϲτιν ὅϲοι πῦρ τε καὶ ἑϲτίαϲ ἔχοντεϲ, ὡϲ καὶ ἐντὸϲ ἄλλοιϲ (ψ 55) ἦλθε μὲν αὐτὸϲ ζωὸϲ ἐφέϲτιοϲ, τουτέϲτιν εἰϲ τὴν αὑτοῦ ἑϲτίαν· ἑϲτία γὰρ ὁ οἶκοϲ· ὃ γὰρ εἶπεν· ἦλθε μὲν αὐτὸϲ ἐφέϲτιοϲ, μεταλαβὼν ἔφη (ψ 7)· ἦλθε δ᾿ Ὀδυϲϲεὺϲ καὶ οἶκον ἱκάνετο. καὶ πάλιν ἀντὶ τοῦ οἶκοϲ· ἑϲτίη δ’ Ὀδυϲϲῆοϲ ἀμύμονοϲ, ἣν ἱκάνω (ξ 159). ὁ οὖν κεκτημένοϲ οἰκίαν ἐφέϲτιοϲ, ὁ δὲ ἄπολιϲ καὶ φυγὰϲ ἀφρήτωρ ἀθέμιϲτοϲ ἀνέϲτιόϲ ἐϲτιν ἐκεῖνοϲ (Ι 63). καὶ ἐπὶ τοῦ εἰϲ ἀλλότρίον οἰκίαν ἐνοικοῦντοϲ ἀλλ’ ἐμὲ τὸν δύϲτηνον ἐφέϲτιον ἤγαγε δαίμων (η 248). τὸ οὖν ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχάραι δηλοῖ ὅϲαι Τρώων ἑϲτίαι, ἐξ οὖ ὅϲοι Πρώων ἐφέϲτιοι καὶ πολῖται καὶ ἑϲτιούχῳ Διὶ θύουϲιν ὥϲπερ καὶ ὁ Φήμιοϲ Διὸϲ μεγάλοῦ ποτὶ βωμὸν ἑρκείου (χ 334) καταφεύγει, ᾧ δηλονότι κατὰ πᾶϲαν τὴν ἡμέραν ἔθυον —. ὅτι γὰρ τοὺϲ πολίταϲ εἶπε μὴ λείπειν ἐνταῦθα διὰ τῆϲ τοῦ πυρὸϲ ἐϲχάραϲ, δηλοῖ τὰ ἐπαγόμενα (Κ 418 sqq)· οἷϲιν ἀνάγκη, Οἵ τ᾿ ἐγρηγόρθαϲι φυλαϲϲέμεν αί τε κέλονται ἀλλήλοιϲ ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι ε ὕδουϲι· Τρωϲὶ γὰρ ἐπιτροπέουϲι φυλάϲϲειν. ἐκ τούτων λύϲειϲ καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· πᾶϲι γὰρ ἐφἐϲτιόν ἐϲτιν ἑκάϲτῳ (ζ 265), λέγει γάρ· οὐδεὶϲ ξένοϲ ἐϲτὶν, ἀλλὰ πάντεϲ πολῖται καὶ ἐφέϲτιον πῦρ ἔχοντεϲ. διὰ δὲ τοῦ ψιλοῦ ἐξενήνεκται, ὡϲ τὸ δέχεϲθε δέκεϲθε.