Ancient Greek · ~7 min
Ψ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 422
Not analysed yet
422. οὐ δεῖ δυϲχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺϲ πολλοϲ λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοντα εἶναι ἀκριβέϲτα τὸν καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆϲ ἁρματροχίαϲ. ἣν ἔχει πρὸϲ τὴν χωρὶϲ τοῦ ρ λεγομένην ἀματροχίαν. ἔϲτι δὲ ἁματροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεϲθαι, οἷον ὁμοδρομία τιϲ οὖϲα· τρόχουϲ γὰρ τοὺϲ δρόμουϲ ἔλεγον, ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνοϲ. ἄμφω δὲ παῤ Ὁμήρῳ κεῖται, τὰϲ δυνάμειϲ αὐτοῦ τοῦ ποιητοῦ ἐξηγηϲαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίϲτηϲιν ἐπὶ τοῦ Μενελάου λέγων τῇ ῥ᾿ εἶχε Μενέλαοϲ ἁματροχίαϲ ἀλεείνων (Ψ 422)· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆϲ γῆϲ καὶ τὴν ῥῆξιν τὴν ϲυνέμπτωϲιν ϲιν τοῦ δρόμου φυλαττόμενοϲ. τοῦτο γὰρ μεταλαβὼν ἐντὸϲ ἄλλοιϲ ἐξηγήϲατο ηγήϲατο εἰπὼν αἰὲν ὁμοϲτιχάει (Ο 635). καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆϲ τροφοῦ καὶ ϲυμβαδίζοντοϲ μετὰ δρόμου αὐτῇ φηϲι (ο 455. 51)· παῖδα γὰρ ἀνδρὸϲ ἐῆοϲ ἐνὶ μεγάροιϲ ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε, τουτέϲτιν ἤδη μοι ἔξω ϲυντρέχειν δυνάμενον καὶ βάδην ϲὺν μοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· ἡ δέ με χειρὸϲ ἑλοῦϲα δόμων ἐξῆγε θύραζε (ο 165). ἁματροχία μὲν οὖν οὕτωϲ. μετὰ δὲ τοῦ ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸϲ πάλιν παρίϲτηϲι λέγων· οὐδέ τι πολλὴ γίνετ’ ἐπιϲϲώτρων ἁρματροχίη κατόπιϲθεν ἐντὸϲ λεπτῇ κονίη (Ψ 504)· διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆϲ κόνεωϲ μὴ πολὺ γίνεϲθαι τὸ τῶν ἐπιϲϲώτρων ἴχνοϲ φηϲίν. ἐξηγήϲατο δὲ πῶϲ γίνεται ἴχνοϲ, ὅτι λειπόμενον μενον ὀπίϲω τοῦ ἱεμένου εἰϲ τὸ ἔμπροϲθεν. ἀγνοήϲαϲ δὲ ταῦτα ὁ Καλλίμαχόϲ φηϲιν (fr. CXXXV)· ἀλλὰ θεόντων ὡϲ ἀνέμων, οὐδεὶϲ εἶδεν ἁματροχίαϲ. βούλεται μὲν γὰρ εἰπεῖν, ὡϲ οὐδεὶϲ εἶδεν ἴχνοϲ διὰ τὸ θεῖν ὡϲ ἀνέμουϲ· ἁματροχίαι δὲ οὐ δηλοῦϲι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ’ αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι.