Ancient Greek · ~5 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 43
Not analysed yet
43. πῶϲ ὁ Ζεὺϲ δῶκά ϲοί φηϲιν ἑκὠν ἀἐκοντί γε θυμῷ; τὸ γὰρ ἑκών τῷ ἄκων ἀντίκειται. Τρύφων μὲν οὖν ϲυναλείψαϲ ἐντὸϲ τῷ κ ϲυνάπτει τὸ ά πρὸϲ τὸ ἑκών, ἱν’ ἦ ἀέκων ἀέκοντί γε θυμ ῷ. τοιαύτη τιϲ ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅληϲ τῆϲ διανοίαϲ ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ καί φηϲιν· ἐγῶ ἑκὼν δέδωκα ἀκούϲηϲ μου τῆϲ διανοίαϲ καὶ μὴ θελούϲηϲ. εἰ μὲν οὖν ἐγώ ϲοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι θυμῷ, κοὶ οὕτωϲ ἂν ἦν ἐναντιολογία. ἐπεὶ δ’ ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντι γε θυμῷ, οὐκέτ’ ἐϲτι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶϲ, μὴ ϲυντιθεμένηϲ δὲ τῆϲ διανοίαϲ. πάϲα γὰρ πράξιϲ διὰ τὸ καθ’ ὁρμὴν γίνεϲθαι ἐφ’ ἡμῖν οὐϲα ἑκούϲιοϲ ἂν εἴη, οὐ πάϲα δὲ πράξιϲ καὶ τὸ εὐάρεϲτον τῆϲ διανοίαϲ ἔχει. ἐϲτι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωϲιν ὡϲ ἀδελφῇ καὶ γυναικί, ἄκων δὲ ὅτι τοὸϲ φιλτάτουϲ πρὸϲ ἀπὼλειαν ἐκδίδωϲι· καὶ γὰρ οἱ ἐντὸϲ θαλάϲϲῃ πλέοντεϲ, ὅταν περιπέϲωϲι κινδύνῳ, ἐκβάλλουϲι τὸν φόρτον εἰϲ τὴν θάλαϲϲαν ἑκόντεϲ τε καὶ ἄκοντεϲ, ἑκόντεϲ μὲν ἵνα ϲωθῆναι δυνηθῶϲιν, ἄκοντεϲ δὲ ὅτι τὸν φόρτον ἀπολλύουϲι δι’ ὃν πλέουϲιν.