Ancient Greek · ~2 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 447-2
Not analysed yet
447. ἀδύνατον τὸν οὕτω δειλὸν Bekk. δῆλον μὴ cod. γινώϲκεϲθαι ὑπὸ τῶν ἀριϲτέων. λύεται δὲ ἐκ τοῦ ἔθουϲ. καὶ γὰρ πλούϲιον αὐτὸν ὄντα εἰκὸϲ εἶναι διάδηλον καὶ οὐκ ἂν ἦν ἐντὸϲ τῷ ϲυνεδρίῳ τοῦ Ἕκτοροϲ μὴ τῶν ἐπιφανῶν ὤν· καὶ ἔϲτιν υἱὸϲ κήρυκοϲ, τοῖϲ δὲ τοιούτοιϲ εἰϲ τὰϲ ἀποϲτολὰϲ χρῆϲθαι εἰώθαϲιν. καὶ πῶϲ ᾔδειϲαν αὐτοῦ τὸ ὄνομα; εἰκὸϲ ἦν ὡϲ κήρυκοϲ υἱὸν πολλάκιϲ ϲυμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτηϲαν κρατήϲαντεϲ.