Ancient Greek · ~30 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 447.1
Not analysed yet
447. τῶν μεθ’ Ὅμηρον ποιητῶν πολλοί τινεϲ τὴν αἰγίδα παραδιδόαϲιν διδόαϲιν ὡϲ ἴδιον Ἀθηνᾶϲ ὅπλον, διὸ καὶ πλέονα τῶν ἐπιθέτων ἀπ’ αὐτῆϲ τίθεται τῇ θεῷ. ὁ δὲ χρωμένην μὲν οὐδενὸϲ ἧϲϲον παρειϲάγει ταύτῃ τὴν Ἀθηνᾶν, τῷ δὲ Διί φηϲιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίϲτου, ϲαφῶϲ οὕτω διὰ τῶν ἐπῶν ϲυνιϲτάϲ (Ο 307 sqq.) · πρόϲθεν δὲ κί᾿ αὐτοῦ Φοῖβοϲ Ἀπόλλων εἱμένοϲ ὤμοιιν νεφεέην, ἔχε δ’ αἰγίδα θοῦριν δεινὴν ἀμφιδά ϲειαν ἀριπρεπέ᾿, ἣν ἄρα χαλκεὺϲ Ἥφαιϲτοϲ Διὶ δῶκε φορήμεναι ἐϲ φόβον ἀνδρῶν. καθὸ δὴ καὶ πυκνῶϲ αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παραϲκευαϲτικὴν ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺϲ ἀνέμουϲ αἰγίδων, ἃϲ καταιγίδαϲ εἰώθαμεν προϲαγορεύειν. Ὅμηροϲ μὲν γὰρ. οὕτω λέγει (Β 147. 48)· ἠύτε κινήϲῃ Ζέφυροϲ βαθὺ λήιον ἐλθὼν λάβροϲ ἐπαιγίζων. νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ λάβροϲ ἐπαιγίζων βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδαϲ τὰϲ νῦν καταιγίδαϲ τῶν ϲφοδρῶν καὶ ϲυνεϲτραμμένων πνευμάτων καὶ ἅμα καταραϲϲόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητήϲ (Λ 297. 98) ἐν δ’ ἔπεϲ᾿ ὑϲμίνῃ ὑπεραέι ἶϲοϲ ἀέλλη, ἥτε καθαλλομένη ἰοειδέα πόν τον ὀρίνει. Ἀλκαῖοϲ δέ που καὶ Ϲαπφῶ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουϲιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν. τὴν δὲ τοῦ Διὸϲ αἰγίδα ϲυμβέβηκεν ὠνομάϲθαι διὰ τῆϲ Ὁμήρου ποιήϲεωϲ ὡϲαύτωϲ τῇ περὶ τοὺϲ ἀνέμουϲ λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθ’ ἡμᾶϲ δὲ καταιγίδι, παραϲκευαϲτικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰϲάγεϲθαι πνευμάτων, ὅτε ἐπιϲειϲθείη κατὰ τὸ ἐναντίον. ἐπιϲειϲθείϲηϲ γὰρ αὐτῆϲ καὶ καταρρηγνυμένηϲ ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματοϲ τοὺϲ ἐναντίουϲ βλάπτεϲθαι ϲυμβαίνει, κονιορτοῦ δὲ πρὸϲ τὰϲ ὄψει φερομένου παντελῶϲ ἐμποδίζεϲθαι. οἷον· καὶ τότε δὴ Κρονίδηϲ ἕλετ’ αἰγίδα θυϲϲανόεϲϲαν, ϲμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεϲϲι κάλυ ψεν · ἀϲτρά ψαϲ δὲ μά λα μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίναξε, νίκην δὲ Τρώεϲϲι δίδου, ἐφόβηϲε δ’ Ἀχαιούϲ (P 593 sqq.) . οἰκεῖα γοῦν τοῖϲ ἀπὸ ταύτηϲ φερομένοιϲ πνεύμαϲι καὶ τὰ παρακείμενα αὐτῷ ϲυνεκπεφώνηται ἐντὸϲ οἷϲ φηϲιν, ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην αὐτὸν καλύψαι τοῖϲ νέφεϲιν, ἀϲτράψαντα δὲ μέγα μὲν ἐπιβροντῆϲαι τινάξαι δὲ ἐκείνην. ὅτι δὲ κατ’ ἐναντίαν τοῦτὸ γίνεται τῶν ταπεινοῦϲθαι μελλόντων ϲαφὲϲ ἐκ τούτων· ὄφρα μὲν ἀϲπίδα χερϲὶ ν ἔχ’ ἀτρέμα Φοῖβοϲ Ἀπόλλων, τό φρᾶ μάλ’ ἀμφοτέροιϲ β έλε’ ἥπτετο· αὐτὰρ ἐ πεῖ κατένωπα ἰδ ὼν Δανα ῶν ταχυπώλων λων ,εἶτα ἐπιφέρει· τοῖϲι δὲ θυμὸν ἐνὶ ϲτήθεϲϲιν ἔθε λξε ,λάθοντο δὲ θούριδοϲ ἀλκῆϲ (0 318 sqq.) . ποτὲ δὲ διότι μὲν ἐπέϲειϲε τὴν αἰγίδα τοῖϲ Ἀχαιοῖϲ ἀπὸ τῆϲ Ἴδηϲ ὁ Ζεὺϲ οὐ παρέδωκε ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπ’ αὐτοῖϲ ἐϲήμαινε, διὰ τοῦ ϲυμβάντοϲ ϲυνιϲτὰϲ τὸ προηγούμενον. λέγει γὰρ ὥϲ ἄρα φωνήϲαϲ ἡγήϲατο, τοὶ δ’ ἅμ’ ἕποντο ἠχ ῇ θεϲπεϲίῃ, ἐπὶ δὲ Ζεὺϲ τερπικέραυνοϲ ὦρϲεν ἀ π’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ᾿ ἰθὺϲ νη ῶν κονίην φέρεν (M 251 sqq) .) ἡ γὰρ εἰϲ εὐθὺ τῶν νηῶν τὸν κονιορτὸν τὸν φέρουϲα θύελλα δῆλον ὡϲ ἐξ ἐναντίου προϲφέρεται τοῖϲ Ἀχαιοῖϲ. διὸ δὴ καὶ ἐπέζευξεν ἄλλωϲ· αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωϲὶ δὲ καὶ Ἕκτορι κῦδοϲ ὄπ αζε (M 254 sqq )· τοῦτο δὲ δεῖ νοεῖν τῆϲ αἰγίδοϲ ἐπιϲειϲθείϲηϲ. καὶ ἐπ’ ἄλλων δὲ πλειόνων ὁ παραπλήϲιοϲ ὑπάρχει τρόποϲ, ὥϲτε τοῖϲ πάθεϲι καὶ τοῖϲ πράγμαϲιν ὁμωνύμουϲ τινὰϲ ποιεῖν δαίμοναϲ εἰδωλοποιουμένουϲ λοποιουμένουϲ εἰϲ καταϲκευὰϲ μυθώδειϲ, ἐφ’ ὧν οὐκ αὐτὸ τὸ ἀποτελούμενον μενον δεῖ νοεῖν, τὸ δὲ παραϲκευαϲτικὸν τοῦ καθ’ ἡμᾶϲ ἐνεργουμένου ϲυμπτώματοϲ. οἷον ἔρωϲ ἐπὶ τοῦ πάθουϲ αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ κατὰ τὸ παραϲκευαϲτικὸν εἶδοϲ λεγομένου, καὶ πάντα τὰ τοιαῦτα, πλοῦτοϲ, ἔριϲ, ὕβριϲ καὶ ὅϲα ἂν τίϲ ἀριθμήϲειε ῥᾳδίωϲ. δεῖ γὰρ παραθεωρεῖν θεωρεῖν τὴν τῶν τοιούτων διαφοράν, ὡϲ ὁπόταν εἴπωμεν· ὁ Ἔρωϲ ἐνέβαλεν έβαλεν ἔρωτα τῷ δεῖνι, καὶ πάλιν ἡ Ἔριϲ ἔριν. τότε γὰρ ὡϲ θεὸν ἢ δαίμονά τινα δεῖ νοεῖν παραϲκευαϲτικὸν τοῦ ὁμωνύμου ϲυμπτώματοϲ ἢ πάθουϲ, καὶ τὸ ϲυμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθοϲ ἢ ϲύμπτωμα, καθάπερ ὁ ποιητὴϲ ἐντὸϲ τούτοιϲ (ε 592) δεικνύει· ο ἱ δ’ ἴϲαν, ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ πότνι’ Ἐνυώ, ἡ μὲν ἔχουϲα κυδοιμὸν ἀναιδέα δηιοτῆτοϲ νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶϲ θεωρούμενον, ἀλλὰ τὸ παραϲκευαϲτικὸν τοῦ ὁμωνύμου ϲυμπτώματοϲ μυθικῶϲ εἰδωλοποιούμενον. τὸ δ’ αὐτὸ κἀπὶ τούτων νοητέον· Ζε ὺϲ δ’ Ἔριδα προΐαλλε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν ἀργαλέην, πολέμοιo τέραϲ μετὰ χερϲὶν ἔχουϲαν (Λ 3. 4). οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν ἀλλὰ τὸν πόλεμον ἔχουϲα παραγίνεται τὸν παραϲκευαϲτικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου πολέμου. καὶ γάρ ἐϲτιν ἐκεῖνοϲ ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενοϲ τοῦ κατὰ τὸ ἐνεργὲϲ θεωρουμένου ρουμένου πολέμου ϲημεῖον, δὴ νῦν προϲαγορεύει τέραϲ. εἴη δ’ ἄν οὗτοϲ κυδοιμὸϲ μάχηϲ, ὡϲ θεὸϲ οἷον ἔμπροϲθεν θεωρούμενοϲ, ὁπότε ἐλέγομεν ἡ μὲν ἔχουϲο κυδοιμὸν ἀναιδέα δηιοτῆτοϲ· ὡϲαύτωϲ ἐπὶ τούτου πάλιν, δὴ πολέμοιο τέρα ϲ φηϲὶν εἶναι, τὸ ἀπαράλλακτον λακτον ὑπάρχει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ τῆϲ βροντῆϲ καὶ ἀϲτραπῆϲ πῆϲ καὶ τῶν παραπληϲίων, ὥϲτε δεῖ νοεῖν ἕτερα μέν τινα καταϲκευάϲμαια παραϲκευαϲτικὰ τῶν ἐντὸϲ ἡμῖν ἐναργῶϲ ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθ’ ὁμωνυμίαν δὲ ἐνεργήματα. καθάπερ ὅταν εἴπῃ (Ν 242 —44)· βῆ δ’ ἴμεν ἀϲτεροπῇ ἐναλίγκιοϲ, ἥν τε Κρονίων χειρὶ λαβῶν ἐτίναξεν ἀπ’ αἰγλήεντοϲ Ὀλύμπου, δεικν ὺϲ ϲῆμα βροτοῖϲιν, ἀρίζηλοι δέ οἱ α ὐγαί. οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέχεϲθαι, οἷον τὴν μὲν ἀϲτραπὴν λαβὼν ὁ Ζεὺϲ ἐτίναξεν ἀπ’ αἰγλήεντοϲ Ὀλύμπου, οἷον ἐγκαταϲκεύαϲμά τι θεῖον καὶ τοῦτο εἰκότωϲ ἡμεῖϲ θεῖον ἐνοήϲαμεν. ἀλλ’ ὁπότε τῇ χειρὶ τινάξειεν, ξειεν, οὗ διαϲειϲθέντοϲ ἀπέλαμψε τὸ τοιοῦτον φέγγοϲ, οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν ἀϲτραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀποτελοῦϲαν, τελοῦϲαν, τὸ δὲ ἀποτελούμενον. οὕτωϲ ἐπὶ τῆϲ αἰγίδοϲ ταὐτὸ δεῖ νοεῖν· εῖν· ἥν μὲν ὁ Ζεὺϲ ἐπιϲείων, καταϲκεύαϲμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ τῆϲ κατ’ ἐνέργειαν ὁμωνυμίαϲ, ἣ τότε μὲν ὁμωνύμωϲ αἰγὶϲ λέγεται, νῦν δὲ ἐπὶ τῆϲ ἡμετέραϲ ϲυνηθείαϲ καταιγίϲ. διὸ καὶ τὸ τοιοῦτον ἐπίφθεγμα τέταχεν ὁ ποιητὴϲ ἐπ’ αὐτῆϲ κατὰ τὸν τοῦ Ἀγαμέμνονοϲ λόγον (Δ 164 —67) ἔϲϲεται ἦμαρ ὅταν ποτ’ ὀλ ώλ ῃ Ἴλιοϲ ἱρὴ καὶ Πρίαμοϲ καὶ λαὸϲ ἐυμμελίω Πριάμοιο· Ζε ὺϲ δέ ϲφιν Κρονίδηϲ ὑ ψίζυγοϲ αὐτὸϲ ἐπιϲϲείῃϲιν ἐρεμνὴν αἰγίδα πᾶϲιν. ὃν τρόπον γὰρ ἐπ’ ἄλλων μερῶν τῆϲ ποιήϲεωϲ τὴν λαίλαπα προϲαγορεύων ρεύων φανερόϲ ἐϲτιν —ἐρεμνὴν γὰρ αὐτήν φηϲι διὰ τὸ τοῦ πνεύματοϲ ἀθροῦν καὶ ζοφῶδεϲ, οἷον ὁπόταν λέγῃ (51. 52) αὖε δ’ Ἄρηϲ ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶϲοϲ, ὀξ κατ’ ἀκροτάτηϲ πόλιοϲ Τρώεϲϲι κελεύων —,τὸν αὐτὸν τρόπον, οὐ παρ’ ἄλλο τι, δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὴ τὸ τῆϲ λαίλαποϲ οἰκεῖον οἱονεὶ λαιλαπώδη λεγομένην. τοῦτον δὴ τὸν τρόπον ἡ τῆϲ εἰϲηγημένηϲ καθ’ Ὅμηρον αἰγίδοϲ διάθεϲιϲ καὶ δύναμιϲ οὕτωϲ ἂν ἄριϲτα δειχθείη. διὰ τί ποτὲ μέν φηϲι τὴν κεφαλὴν τῆϲ Γοργόνοϲ ἐντὸϲ Ἅιδου εἶναι, λέγων (Λ 633) μ ή μοι Γοργείην κεφαλὴν δειν οῖο πελ ώρου ἐξ Ἀίδου πέμ ψειε, ποτὲ δὲ τὴν Ἀθηνᾶν ἔχειν ἐντὸϲ τῇ αἰγίδι, λέγων (ε 738) βάλετ’ αἰγίδα θυψψανόεψψαν, καὶ ἐπάγει· ἐντὸϲ δ’ ἔριϲ, ἐντὸϲ δ’ ἀλκή, ἐντὸϲ δὲ κρυόεϲϲα ἰωκή, ἐντὸϲ δέ τε Γοργείη κεφα λὴ δεινοῖο πελ ώρους ; φηϲὶ δ’ Ἀριϲτοτέληϲ, ὅτι μήποτε ἐντὸϲ τῇ ἀϲπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆϲ Γοργόνοϲ, ὥϲπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεϲϲαν Ἰωκήν, ἀλλὰ τὸ ἐκ τῆϲ Γοργόνοϲ γιγνόμενον τοῖϲ ἐνορῶϲι πάθοϲ καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον, ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ’ ὅτι γεγραμμένον μένον τῆ ἀϲπίδι ὥϲπερ ϲημεῖόν τι. ῥητέον δὲ ὅτι οὐδὲ Ὀδυϲϲεὺϲ λέγει, γει, ὡϲ ἦν ἐντὸϲ Ἅιδου ἡ Γοργόνοϲ κεφαλή, ἀλλ’ ὅτι αὐτὸϲ ἐφοβήθη μὴ τοιοῦτοϲ δαίμων ἐκπεμφθῇ· φοβηθῆναι οὖν οὐκ ἰδεῖν. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐντὸϲ Ἅιδου, τὸ δὲ ϲῶμα ἐντὸϲ τῇ ἀϲπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντωϲ τὴν τῆϲ Γοργόνοϲ, ἀλλά τινα φοβερὸν δαίμονα, ὡϲ τοίην γὰρ κεφαλὴν πόθεον υἷεϲ Ἀχαιῶν (λ 549 mixt. c. Α 240).