Ancient Greek · ~4 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 449-2
Not analysed yet
449 —51. ἀθετοῦνται οἱ τρεῖϲ· οἱ μὲν γὰρ . ἐπίκουροι δεόντωϲ ἄν λέγοιντο χαρίζεϲθαι Ἕκτορι, ὡϲ Πάνδαροϲ· ἡγεόμην Τρώεϲϲι φέρων χάριν Ἕξτορι δίῳ (Ε 221), ἀνοίκειον δέ φηϲιν ὁ Ἀρίϲταρχοϲ ἐπὶ πολίτου τὸ Τρώεϲϲι χαριζόμενοϲ. καὶ διὰ τὴν πληγὴν ἀθετητέοϲ ὁ ϲτίχοϲ· πῶϲ γὰρ ἡνίοχοϲ ὢν ὄπιϲθεν βάλλεται αὐχένι γάρ οἱ ὄπιϲθε —; ἄτοπον γὰρ αἱ Ἀριϲτάρχου τὸ ἀπεϲτραμμένουϲ εἶναι τοὺϲ δίφρουϲ· ἐπρηνίϲθηϲαν γὰρ οἱ παραιβάται, μόνον κινηθέντων τῶν ἵππῶν, εἰϲ τὴν πτέρναν ἑϲτῶτεϲ τοῦ δίφρου. ποία τε χρεία τοῦτον πονεῖϲθαι περὶ τοὺϲ ταραϲϲομένουϲ τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀλρίϲταρχοϲ μετενηννέχθαι τοὺϲ ϲτίχουϲ. ῥητέον δὲ πρὸϲ ταῦτα ,ὅτι χαρίζεται τῷ Ἕκτορι ἴϲωϲ καὶ αὐτὸϲ ὡϲ Δαρδάνιοϲ· φηϲὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδάμαντοϲ· Δάρδονοϲ ἀνὴρ Πανθοίδηϲ (Π 807)ἐπίκουροϲ ἦν· καθ’ Ὅμηρον γοῦν ἄλλη ἐϲτὶν ἡ Τροία καὶ ἡ Δαρδανία. πῶϲ δὲ οὐκ εἰκὸϲ ἐπαινεῖν αὐτὸν τῆϲ προθυμίαϲ, ὅπου μόνοϲ ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ, ὡϲ Αὐτομέδων (P 459 sqq .) ; ὄπιϲθεν δὲ βάλλεται ἴϲωϲ ϲτραφείϲ· ποικίλη γάρ ἐϲτιν ἡ κίνηϲιϲ τοῦ πολέμου, ὡϲ καὶ αὐτόϲ πού φηϲιν· ἠμὲν ὅτε ῳ ϲτρεφθέντι μετάφρενα γυμνωθείη (Μ 428). .