Ancient Greek · ~3 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 489
Not analysed yet
489. ἀνιϲτόρητόν ἐϲτι τοῦτο· κατηγοροῦϲι μὲν γὰρ κατὰ τὸν περὶ τῆϲ Ἄρκτου λόγον φάϲκοντοϲ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, καθόλου γὰρ πάντα τὰ ἐντὸϲ τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δ’ ἄν ἐκ τῆϲ ἀναφορᾶϲ τῶν πρὸϲ ἃ εἴρηται διὰ τῆϲ λέξεωϲ· εἰρημένου γὰρ Πληιάδαϲ Θ’ Ὑά δαϲ τε τό τε ϲθένοϲ Ὡρίωνοϲ Ἄρκτον θ’ ἣν καὶ Ἄμαξαν ἐπίκληϲιν καλέουϲιν, ἦ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει, τὸ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρ ῶν πρὸϲ ταῦτα τὰ ῥηθέντα ἄϲτρα καὶ τὰ ϲυγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ οἷ ,εἶτα ἡ δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύϲιϲ ὑπάρχει.