Ancient Greek · ~12 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 5.1
Not analysed yet
5 sqq. ἐντὸϲ τῇ Διὸϲ δημηγορίᾳ τῇ οὕτωϲ ἐχούϲῃ· κέκλυτέ μευ. πάντεϲ τε θεοὶ πᾶ ϲαί τε θέαιναι, πῶϲ ἄξιον διὰ τὴν τῶν Ἀχαιῶν ἀρετὴν ἐκκληϲίαϲ δεῆϲαι ὑπελήφθη τῷ Διί, ἐντὸϲ δὲ τοῖϲ ἑξῆϲ (v. 133) καὶ ὄμβρων καὶ κεραυνῶν ἵνα ἡττηθῶϲι, καλῶϲ εἴρηται καὶ ἐντὸϲ ἄλλοιϲ καὶ ὅτι βούλεται μὲν εἴργειν τῆϲ ϲυμμαχίαϲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, ἃϲ οἶδε μάλιϲτα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθηϲομέναϲ, κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωϲὶν ἐπαμυνόντων, ἵνα μὴ ταύταιϲ ἀντιπράττειν μόναιϲ δοκῇ. διὸ καὶ μάλιϲτ’ ἀποτείνεται τὸν λόγον πρὸϲ τὰϲ θηλείαϲ· κέκλυτέ μευ πάντεϲ τε θεοὶ πᾶϲαί τε θέαιναι, καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται· μήτε τιϲ οὖν θήλεια θεὸϲ τόγε μήτε τιϲ ἄρϲην. καὶ μὴν κἀκεῖνο λύεται καλῶϲ· πῶϲ γὰρ ὑπεϲχημένοϲ ὁ Ζεὺϲ τῶν Τρώων ἐπικουρίαν οὐκ εὐθὺϲ ἐποίηϲε νικῶνταϲ αὐτοὺϲ κατὰ τὴν πρώτην τῆϲ Ἰλιάδοϲ ἀρχήν, ἀλλὰ νῦν μετὰ ἧτταν καὶ τοϲοῦτον τῶν Τρώων φόνον; ἔδει γὰρ αὐτοὺϲ πρότερον, φαϲὶν, ἀντὶ τῆϲ τῶν ὅρκων παραβάϲεωϲ δοῦναι δίκην. ἃ γὰρ ὁ ποιητὴϲ ἐφρόνει, ταῦτα ποιεῖ τινα λέγοντα· λέγει γὰρ ὁ Ἀγαμέμνων· Ζεὺϲ δέ ϲφιν Κρονίδηϲ ὑψίζυγοϲ αἰθέρι ναίων αὐτὸϲ ἐπιϲϲείῃϲιν ἐρεμνὴν αἰγίδα πᾶϲιν, τῆϲδ’ ἀπάτηϲ κοτέων (Δ 166— 8). ἅμα δὲ καὶ ἠθέληϲεν ἀλκιμωτέρουϲ Ἕλληναϲ ἐπιδείξαϲ τότε τοῖϲ Τρωϲὶ τὴν παρὰ τοῦ Διὸϲ βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲϲ δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲϲ Τρωϲὶ μάχῃ παράγειν τοὺϲ Ἕλληναϲ ἡττωμένουϲ· ποικίλλειν γὰρ θέλει. ὅθεν ἐντὸϲ μὲν τῇ προτέρᾳ μάχ ἀμφοτέροιϲ βοηθοῦνταϲ ἐποίηϲε τοὺϲ θεούϲ, ἐντὸϲ αὐτῇ δὲ μόνον τὸν Δία τοῖϲ βαρβάροιϲ (Θ 130 sq), εἶτα πάλιν ἐρεῖ ἀμφοτέροιϲι δ’ ἀρήγε θ’, ὅπη νόοϲ ἐϲτὶν ἑκάϲτου (Υ 25). οὕτωϲ ἐθηρᾶτο τὸ ποικίλον. ταῦτα μὲν οὖν εἴρηται. τί δὲ δηλοῦν ἐθέλει ἀλλ’ ἅμα πάν τεϲ αἰνεῖτ᾿, ὄφρα τάχιϲτα τελευτήϲω τά δε ἔργα (Θ 8. 9), οὐ πάντωϲ παρέϲτηϲε. ποῖα γὰρ ἔργα τελευτήϲει, οὐ παρέϲτηϲεν ὁ Ζεύϲ, ἀλλ’ ἐντὸϲ ἀϲαφεῖ εἴαϲεν. λέγει δέ ὃ ἐγὼ ἐργάζεϲθαι μόνοϲ βούλομαι, πρὸϲ ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐργάζεϲθαι δὲ ἠβούλετο εἰϲ τέλοϲ ὡϲ Ἀλχιλῆα τιμήϲῃ, ὀλέϲῃ δὲ πολῖται λέαϲ ἐπὶ νηυϲὶν Ἀχαιῶν (B 3. 4)· ἔφη γὰρ οὐ γὰρ ἐμὸν παεἴργειν λινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύϲω (A 520. 27)· ταῦτα οὖν ἔφη ὄφρα τάχιϲτα τελευτήϲω τάδε ἔργα, εἰϲ τέλοϲ ἀγάγω. καὶ ἡ παροιμία· μήπω μέγ’ εἴπῃϲ, πρὶν τελευτήϲαντ’ ἴδῃϲ (Soph. fr. Τyr. ,583 Dind.) ,ἤγουν μὴ θαυμάϲῃϲ τὸν μέγα ἐπαγγελλόμενον. ἀϲαφῆ δὲ ἐάϲαϲ ὅϲα ἐξεπίτηδεϲ ἔφη τάχιϲτα ἐκτελέϲειν, ὡϲ ϲαφῶϲ εἰπὼν ἐπάγει ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήϲω καὶ τὰ ἑξῆϲ (Θ 10 sqq.) . ὅθεν οὐκ ἐϲτι περιϲϲὸν τὸ ὃν δ’ ἂν ἐγών, οὐδ’ ἐντεῦθεν ἄρχεται τοῦ λόγου, ἕλλ’ ἐκ τοῦ αἰνεῖτ᾿, ὄφρα τάχιϲτα τελευτήϲω τάδε ἔργα, ᾦ ἀκόλουθον ὡϲ δηλώϲαντοϲ τὸ βούλημα τὸ ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε ἐθέλοντα νοήϲω. λέγουϲι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέλοντα· ἔδει γὰρ ὃν δ’ ἂν ἐγῶ νοήϲω ἐλθόντα Τρώεϲϲιν ἀρηγέμεν. οὐκ ἐϲτι δὲ περιϲϲόν, ἀλλ’ ἐϲτιν ἡ διάνοια· ὃν δ’ ἂν ἐγὼ νοήϲω ἢ Τρώεϲϲι θέλοντα ἀρηγέμεν ἢ Δαναοῖϲιν ἐλθόντα.