Ancient Greek · ~31 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 509.1
Not analysed yet
509 sqq. πολλῆϲ ταραχῆϲ πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύο ϲτρα τοὶ εἵατο λαῶν, 510 τε ύχεϲι λαμ πόμενοι, δίχα δέ ϲφιϲιν ἥνδανε βουλή, ἠὲ διαπορα θέειν ἢ ἄνδιχα πάντα δάϲαϲθαι, κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει. οἱ δ’ οὔπω πείθον το, λόχ ῳ δ’ ὑπεθωρήϲϲοντο. τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπιο τέκνα 515 ῥύα τ’ ἐφεϲταότεϲ, μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ. οἱ δ’ ἴϲαν, ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ Παλλὰϲ Ἀθήνη ἄμφω χρυϲείω, χρύϲειο δὲ εἵματα ἕϲθην, καλὼ καὶ μεγάλω ϲὺν τεύχεϲιν ὥϲ τε θεαώπερ, ἀμφὶ ϲ ἀριζήλω, λαοὶ δ’ ὑπολίζονεϲ ἦϲαν. 520 οἱ δ’ ὃ τε δή ῥ’ ἵκανον, ὅθι ϲφίϲιν εἶκε λοχῆϲαι ἐντὸϲ ποταμ ῷ, ὅθι τ’ ἀρδμὸϲ ἔην πάντεϲϲι βοτοῖϲιν, ἔν θ’ ἄρα τοίγ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖϲι δ’ ἐπειτ’ ἀπάνευθε δύω ϲκοποὶ εἵατολαῶν, δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικαϲ βοῦϲ. οἱ δὲ τάχα προγένοντο ,δύω δ’ ἅμ’ ἕπον τὸ νομῆεϲ 525 τερπόμενοι ϲύριγξι, δόλον δ’ οὔτι προνόηϲαν. οἱ μὲν τὰ προιδόντεϲ ἐπέδραμον, ὦκα δ’ ἔπ τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλαϲ καὶ πώεα καλὰ ἀργεννῶν ὀίων, κτεῖνον δ’ ἐπιμηλοβοτῆραϲ. `οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλα δον περὶ βουϲὶν 530 ἱράων προ πάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων βάντεϲ ἀερϲιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο. ϲτηϲάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθαϲ, βάλλον δ’ ἀλλήλουϲ χαλκήρεϲιν ἐγχείῃϲι καὶ τὰ ἑξῆϲ. ταράϲϲει γὰρ τοὺϲ πολλούϲ οἱ δύο ϲτρατοὶ ἆρὰ γε πολέμιοί εἰϲι τῶν κατοικούντων καὶ ἀλλήλοιϲ φίλοι, ἢ εἰϲ μὲν τῶν ἐκ τῆϲ πόλεωϲ, ὁ δ’ ἕτεροϲ πολέμιοϲ καὶ πρὸϲ τίναϲ διχονοοῦϲιν, ἆρά γε πρὸϲ ἀλλήλουϲ ἢ πρὸϲ τοὺϲ ἔνδον καὶ ἐπὶ τίνων τὸ οἱ δ’ οὔπω πείθοντο (v. 513 ); ἆρά γε τῶν εἴϲω ἢ τοῦ ἑτέρου ϲτρατοῦ καὶ πάλιν ἐπὶ τίνοϲ τὸ λόχῳ δ’ ὑπεθωρήϲϲοντο (v. 513). ἆρά γε ὁ ἕτεροϲ τῶν ϲτρατῶν ἢ οἱ ἔνδον καὶ τίνων οἱ ϲκοποί καὶ τίνων ἡ λεία πῶϲ τε, εἰ τῶν ἐνδον ἡ λεία, ὁ λόχοϲ παρ’ αὐτῶν καὶ τίνεϲ οἱ ἐπεξιόντεϲ ἆρα οἱ δύο ϲτρατοὶ ἢ οἱ ἕτεροι ὅλωϲ τε τίϲ ἡ διατύπωϲιϲ τῆϲ πλάϲεωϲ; ἐντὸϲ τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φηϲιν Ἀλέξανδρϲ ὁ Κοτυαεύϲ, ὅτι δύο ϲτρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντεϲ αὐτὴν ἢ τὰ ἡμίϲη λαβόντεϲ ἀπιέναι· οἱ δ’ ἔνδον ὄντεϲ οὐκ ἐδέχοντο τὴν πρόκληϲιν. „οἱ οὖν πολέμιοι,“ φηϲὶν, ,ἐνέδραν τινὰ ἐποιήϲαντο τοῖϲ ποιμνίοιϲ καὶ τοῖϲ βουκολίοιϲ, ἃ ἦν κτήματα τῶν ἐντὸϲ τῆ πόλει. εἶτα ἀξιοῖ τὸ μὲν οἱ δ’ οὔπω πείθοντο (v. 513) ἀκούειν περὶ τῶν ἐντὸϲ τῆ πόλει, τὸ δὲ λόχῳ δ’ ὑπε θωρήϲϲοντο περὶ τῶν πολεμίων, καὶ τὸ οἱ δ’ ἴϲαν (v. 516) περὶ τῶν πολεμίων τῶν εἰϲ τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ ϲκοποὶ τῶν πολεμίων εἰϲί· τὸ δὲ οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουϲὶν (v. 530) ἐπὶ τῶν ἐντὸϲ τῆ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐντὸϲ ἐκκληϲίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντεϲ τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ ἱρά ων προπάροιθε κα θήμενοι (ν. 53) ϲημαίνει τῶν ἐκκληϲιῶν, ἐντὸϲ αἷϲ εἴρουϲι καὶ ἐκκληϲιάζουϲιν. ὅτε δ᾿ αὐτοῖϲ ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουϲι, καὶ ἐξελθόντεϲ ϲυμβάλλουϲι μάχην. εἶχε δ᾿ ἂν πιθανότητα ἡ διατύπωϲιϲ, εἰ μὴ πρῶτον μὲν βεβιαϲμένη ἡ ἀπόδοϲιϲ ἦν τοῦ τοιούτου ϲτίχου· οἱ δ᾿ οὔπω πείθοντο, λόχ ῳ δ᾿ ὑπεθωρήϲϲοντο. τὸ μὲν γὰρ οἱ δ᾿ οὔπω πείθοντο ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ λόχῳ δ᾿ ὑπεθμρήϲϲον το περὶ τῶν ἐκτόϲ, ἵν ἦ τὸ οἱ δ᾿ οὔπων πείθοντο ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰϲ λόχον ἐθωρήϲϲοντο οἱ τὰϲ προκλήϲειϲ ποιούμενοι. πάλιν δὲ μεταξὺ τοῦ λόχῳ δ᾿ ὑπεθωρήϲϲον το καὶ τοῦ οἱ δ᾿ ἴϲον ἐμβεβλῆϲθαι φάϲκειν περὶ τῶν ἐνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ᾿ ἀϲθενείαϲ, ἔϲτιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχωϲ. πάντωϲ δὲ καὶ ὁ λόχοϲ οὐκ ἐκ πάντων ἦν τῶν ἐντὸϲ τοῖϲ δύο ϲτρατοπέδοιϲ, ἀλλὰ τινῶν· πῶϲ οὖν ὑπεξίαϲιν οἱ ἐντὸϲ τῇ πόλει, φανερῶϲ τε καὶ ἀδεῶϲ τῶν πολιορκούντων κωλυόντων; ἀμείνουϲ οὖν οἱ οὕτω διατυπώϲαντεϲ τὸ πλάϲμα· δύο ϲτρατοὶ ἐπελθόντεϲ πόλει τὴν λείαν περιήλαϲαν, καὶ τὴν πόλιν πολιορκοῦντεϲ ἀξιοῦϲι τῶν ἐντὸϲ αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμιϲυ ἐφ᾿ ᾧ τε καταθέϲθαι τὸν πόλεμον. οἱ δ᾿ ἐντὸϲ τῆ πόλει οὐκ ἐπείθοντο, ἀλλ᾿ ἐνεδρεύϲοντεϲ ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλαϲαν. οἱ πολέμιοι δὲ ϲτρατοί, καίπερ ἐκκληϲιάζοντεϲ, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντεϲ ἐπῆλθον αὐτοῖϲ. ὅτι γὰρ αὐτοί εἰϲι (λέγω δὲ οἱ ϲτρατοί) ἐκκληϲιάζοντεϲ, δεδήλωκε περὶ αὐτῶν εἰπών δίχα δέ ϲφιϲιν ἥνδανε βουλή (v. 510). ἀκολούθωϲ δὲ εἴρηται ἐπὶ τῶν ἐντόϲ, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰϲ δὲ λόχον καθωπλίζοντο, παραδόντεϲ τοῖϲ ἀϲτρατεύτοιϲ τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ οἱ δ’ ἴϲαν ἐπὶ τῶν ἐκ τῆϲ πόλεωϲ ἀκολούθωϲ ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προϲδοκῆϲαι τοῖϲ ἔξω ἀνοχὰϲ ἔχουϲι τοῦ πολέμου καὶ ἐκκληϲιάζουϲιν. αὐτῶν τε οἱ ϲκοποὶ τῶν εἰϲ τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖϲ ϲύριγξι νομεῖϲ εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐντὸϲ τῇ πόλει, παράλογον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθωϲ ἀπελθόντων τῶν ϲτρατῶν, περικάθηται μὲν οὐδεὶϲ τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο ϲτρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεϲθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίϲη δοῦναι τῶν ἐντὸϲ τῆ πόλει κτημάτων, τούϲ δὲ πολεμίουϲ μήπω πείθεϲθαι ἀλλὰ βουλεύεϲθαι· ὧν βουλευομένων, λόχον αὐτῶν ϲυϲτῆϲαι τοὺϲ τῶν ἔνδον φίλουϲ ϲτρατιώταϲ. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡϲ ἐπιόντι ϲοι κατ’ αὐτὰ τὰ ἔπη ἔϲται δῆλον, ὥϲτε ἡ δευτέρα ἀπόδοϲιϲ ἔχει τὰ τῆϲ Ὁμηδιανοίαϲ. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίϲκον ϲτίζειν ἠξίουν ἐπὶ τοῦ τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ’ ἐφεϲταότεϲ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ (v. 514. 15) μετὰ τὸ ῥύατο, εἶτα ϲυνῆπτον τὸ ἑξῆϲ· ἐφεϲταότεϲ μετὰ δ’ ἀνέρεϲ Οὓϲ ἔχε γῆραϲ. ,,ἐὰν γὰρ τοῖϲ ἄνω,“ φαϲὶ, ,,ϲυνάψωμεν, ϲολοικιϲμὸϲ ἔϲται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑϲταότεϲ ἀρϲενικόν. ἐδυνάμην οὖν φάναι πρὸϲ αὐτούϲ, ὅτι καὶ οὕτωϲ Ὅμηροϲ πολλὰ ϲχηματίζει· καὶ αὐτὸϲ γὰρ λέγει κλυτὸϲ Ἱπποδάμεια (B 742) καὶ θῆλυϲ ἀυτμή (?ζ 122) καὶ ὁλοώτατοϲ ὀδμή (δ 442) καὶ ὄπα χάλκεον (C 222) καὶ ἁλὸϲ πολιοῖο (Υ 229 ),καὶ ἐπὶ δυικῶν· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ (Θ 455). ἄλλωϲ τε ἐντὸϲ τοῖϲ τέκνοιϲ καὶ οἱ ἄρϲενέϲ εἰϲι· τί οὖν κωλύει πρὸϲ τὸ ϲημαινόμενον ἀπηντηκέναι, ὡϲ ἐπ’ ἄλλων μυρίων οἷον· νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔπ οτ’ ἐρωεῖ (μ 74)· πρὸϲ γὰρ τὸ νέφοϲ ἡ ἀπόδοϲιϲ. πάλιν ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐ π’ ἀριϲτερὰ νωμῆϲαι βῶν ἀζαλέην, τὸ μοί ἐϲτι ταλαύρινον πολεμίζειν (H 238) πρὸϲ γὰρ τὸ ϲάκοϲ ἡ ἀναφορά. καὶ εἰπὼν ἐπ’ εἰροπόκοιϲ ὀίεϲϲιν ἐπάγει τὰ δ’ ἐρῆμα φοβεῖται (Θ 137. 140) πρὸϲ γὰρ τὰ πρόβατα τὸ ϲχῆμα. καὶ ἐνταῦθα οὖν πρὸϲ τοὺϲ παῖδαϲ φαίη ἄν τιϲ εἶναι τὴν ἀναφοράν. ἐντὸϲ δὲ τοῖϲ ὑποκειμένοιϲ καὶ δύο ϲχήματα ἔμιξεν, ἐπὶ τοῦ διάνδιχ’ ἅπαντα δάϲαϲθαι κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει (C 511. 12) τὸ γὰρ ἅπαντα πρὸϲ τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅϲην πρὸϲ τὴν κτῆϲιν. ἐμοὶ δὲ δοκεῖ παραπλήϲιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράϲιν τῷ λεγομένῳ Ἀλκμανικῷ ϲχήματι, ὅπερ ἐϲτὶ τοιοῦτον· ἔνθα μὲν εἰϲ Ἀχέροντο Πυριφλεγέ Θων τε ῥέουϲι Κώκυτόϲ τε (κ 513). εἰ δέ κ’ Ἄρηϲ ἄρχωϲι μάχηϲ ἢ Φοῖβοϲ Ἀπόλλων (γ 138). ὥϲπερ γὰρ ἐντὸϲ τούτοιϲ ἐντὸϲ μέϲῳ κεῖται ὃ ἔδει ἐπάγεϲθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ ἐφεϲταότεϲ ἐπαγάγωμεν τῷ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ, οὐδ’ ἄν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖϲ παρ’ ἀριθμὸν ϲχήμαϲιν ὑποπίπτει, τοῦτο δὲ τοῖϲ παρὰ γένοϲ, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.