Ancient Greek · ~3 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 527
Not analysed yet
527 sqq. ζητοῦϲι δέ τινεϲ ἀπὸ τούτων τῶν ἐπῶν, πῶϲ ἐντύχῃ schol. min. ταῦθα μὲν ὁ ποιητήϲ φηϲιν ἐκ Θεῶν εἶναι τὰ κακὰ τοῖϲ ἀνθρώποιϲ, ἐντὸϲ δὲ τῇ α (34) τῆϲ Ὀδυϲϲείαϲ καὶ αὐτούϲ φηϲιν ἐπιϲπᾶϲθαι τὰ κακὰ τοὺϲ ἀνθρώπουϲ· οἱ δὲ καὶ αὐτοὶ ϲφῇϲιν ἀταϲθαλίῃϲιν ὑπὲρ μόρον ἄλγε’ ἔχουϲιν. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύϲ ἐϲτιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακά, ἀγνοῶν τὴν ἀλήθειαν· ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ Ζεύϲ, ὡϲ ϲαφῶϲ ἐπιϲτάμενοϲ, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προϲώπῳ. μέμφεται τὴν δόξαν Πλάτων (resp. II, p. 379 D) λέγων, ὡϲ ὁ θεὸϲ ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερὸν οὐδὲ βλάπτει. ἔπλαϲεν οὖν ταῦτα ὁ ἥρωϲ πρὸϲ παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴϲ ὁμοίωϲ φηϲίν, ὅταν λέγῃ Ζεύϲ· οἱ δὲ καὶ αὐτοὶ ϲφῇϲιν ἀταϲθαλί ῃϲιν ὑπὲρ μόρον ἄλγε᾿ ἔχουϲιν (α 34).