Ancient Greek · ~4 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 53-2
Not analysed yet
53. 54. ἐζήτηται πῶϲ ἐνεδέχετο ἔχειν τὰϲ νεφέλαϲ αἷμα· ῥητέον οὖν ὅτι τὸ τοῦ ὕδατοϲ λεπτότατον καὶ κουφότατον ἁρπάϲαν τὸ πῦρ τὸ τοῦ ἡλίου μετέωρον ἐξήρανε καὶ κατέμιξε τῷ ἀέρι, καὶ τὸ μὲν θολερὸν ρὸν. αὐτοῦ καὶ βαρὺ ἐκκριθὲν ὁμίχλη γίνεται. τὸ δὲ καθαρώτατον καὶ κουφότατον γλυκαίνεται καταλελειμμένον, ἕψοντοϲ τοῦ ἡλίου καὶ καίον εἰ γὰρ καὶ τὰ ἄλλα τοῦ ὕδατοϲ, ἐὰν ᾖ ἁλμυρά, τὸ παῤ ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προϲδοκᾶν περὶ τοῦ δυνατωτέρου πυρὸϲ ἥλιον λέγομεν τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεϲκέδαϲται μετέωρον φερόμενον, ὅταν εἰϲ τὸ αὐτὸ ϲυϲτραφῇ, βαρούμενον κάτω φέρεται καὶ ὄμβροϲ γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεϲιν ἐλαυνομένοιϲ ὑπ’ ἀνέμου ἐμπέϲῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ· τούτου διωκόμενα, τὰ μὲν πρῶτα ϲυϲτρέφεται, τὰ δ᾿ ὄπιϲθεν αὐτῶν ἐπιφερόμενα παχύνεται καὶ μελαίνεται καὶ καταρραγέντα ὑπὸ τοῦ βάρουϲ ὄμβρον ἐγέννηϲεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατ᾿ αὐτοὺϲ ϲυντελουμένου τοῦ φόνου, ἦϲαν αἵματοϲ ἀνάπλεοι, εἰκότωϲ τὸ ἀναφερόμενον ἀπ’ αὐτῶν ὕδωρ γίνεται ὄμβροϲ αἱματώδηϲ, καὶ τοῦτο μυθῶδεϲ δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.