Ancient Greek · ~11 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 576
Not analysed yet
576. τὸ ἔνθα Π υλαιμένεα —μένεα B ⟩ἐλέτην εἰϲ τὸ ἔνθα Πυλ. ἑλL μάχεται τῷ ἐν τῇ παρὰ νηυϲὶ μάχη ζῶντι καὶ ἑπομένῳ τῷ παιδὶ Ἁλρπαλίωνι· παρὰ δέ ϲφι πατὴρ κίε δάκρυα λείβων (N 658). ἡ δὲ λύϲιϲ ἀπὸ τῆϲ λέξεωϲ· καὶ γὰρ ὁ Πυλαιμένηϲ —μενὴϲ B ὁμώνυμοϲ εἰναι δύναται, καὶ τὸ μετὰ δέ ϲφι πατὴρ κίε δάκρυα λείβων μετωνυμικῶϲ· ἐκδέχεται ἡ τοῦ πατρὸϲ μνήμη. καὶ τὸ ἔνθα Πυλαιμένεα —μένεα B ἑλέτην οὐ πάντωϲ ἐϲτὶν ἀνεῖλον, ἀλλὰ κατέλαβον, ὡϲ ἐπὶ τοῦ ζωὸν ἕλ’ ἑλον B L ἵπ πω γά ρ οἱ ἀτυζομένω πεδίοιο (Ζ 38). οὐδὲ γάρ ἀγῶνα αὐτοῦ εἴρηκεν, οἷα εἴωθε λέγειν τοῖϲ ἀποθανοῦϲι· τάχα οὑν αὐτὸϲ αὐτὸ L. μόνον τέτρωται. ϲκόπει τὴν φράϲιν [ἕλετο] ἑλέτην· ἐπόρθηϲαν, διὰ τὸν ἡνίοχον καὶ τοὺϲ ἵππουϲ, ἤ ϲυλληπτικῶϲ· τὠ τε Θρήκηθεν ἄητον (1 5). πῶϲ οὑν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐντὸϲ τῆ ἐπὶ ταῖϲ ναυϲὶ μάχῃ· ἔν θᾶ οἱ υἱὸϲ ἐ πᾶλτo Πυλαιμένεοϲ βαϲιλῆ οϲ (14 643 ):ἔϲτιν οὗν ὁμωνυμία, καὶ ὁ μὲν ἀρχηγόϲ, ὡϲ Ἴαϲοϲ α ὐτ’ ἀρχ ὸϲ μὲν Ἀθηναίων ἐτέτυκτο, 33 ],ὁ δὲ βαϲιλεύϲ. διὸ πολλὴ γίνεται περὶ αὐτῶν ϲπουδὴ τῶν Παφλαγόνων καὶ Ἀλεξάνδρου. πῶϲ δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐ Τήμυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸϲ τοῦ Πυλαιμένεοϲ; ἔνιοι τοῦτον (V 643. 658) ἐνόμιζον εἰναι τὸν ἐντὸϲ τῷ ε ἀναιρεθέντα . ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηι ἀρχον Παφλα γόνων. ἔϲτιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ρχοντοϲ ὄντοϲ, τούτου δὲ βαϲιλέωϲ. πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Ϲχεδίοι γὰρ δύι Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδουϲ (0 515), ὁ δὲ Ἰφίτου (B 517) οὓϲ ἀμφοτέρουϲ Ἕκτωρ ἀναιρεῖ. Εὐρυμέδοντεϲ δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμεμνονοϲ (Δ 228, ὁ δὲ Νέϲτοροϲ (Θ 114. Λ 620). κήρυκεϲ Εὐρυβάται δύο, ὁ μὲν δυϲϲέωϲ (B 184. τ 246), ὁ δὲ Ἀγαμέμνονοϲ (Α 320. I 170). Ἄδραϲτοι τρεῖϲ βάρβαροι, ὁ μὲν ὑπὸ Διομήδουϲ (Λ 328), ὁ δὲ ὑπὸ Μενελάου (Z 51 ),ὁ δὲ ὑπ Πατρόκλου (Π 694) ἀναιρούμενοϲ. Ἀκάμαντεϲ δύο, ὁ μὲν ΕΘὐϲώρου (Z 8), ὁ δὲ Ἀντήνοροϲ B⟩ 823). Ἀϲτύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδουϲ ἀναιρούμενοϲ (Ε 144), ὁ δὲ Πολυδάμαντοϲ ἡνίοχοϲ (Ο 455). Θόωνεϲ βάρβαροι τρεῖϲ, ὁ μὲν ὑπὸ Διομήδουϲ (ε 152), ὁ δὲ ὑπ ὸ Ὁδυϲϲέωϲ (Λ 422), ὁ δὲ ὑπὸ Ἀντιλόχου (Ν 545) ἀναιρούμενοϲ. Μελάνιπποι τρεῖϲ, ὁ μὲν ὑπ ὸ Ἕκτοροϲ παραινούμενοϲ ἐμπεϲεῖν ταῖϲ ναυϲίν (0 547 ),ὁ δὲ ὑπὸ Τεύκρου (Θ 276), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 695) ἀναιρούμενοϲ. Ὀψελέϲται δύοὁ μὲν ὑπ’ Θὐρυπύλου, ὁ δὲ ὑπ’ Ααντοϲ. Πυλάρται δύο, ὁ μὲν ὑπ’ Αἴαντοϲ (Λ 491). ὁ δὲ ὑπ ὸ Πατρόκλου (Π 696). Πείϲανδροι δύο, ὁ μὲν ὑπό Ἀγαμέμνονοϲ (Λ 122), ὁ δὲ ὑπὸ Μενελάου (Ν 601 ).